146
τοίνυν εὐλαβεῖς, οἱ ὑποδεξάμενοι ἀκριβεῖς. Οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος, μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρ' ὑμῶν ἡ ἀλήθεια.
198.τ ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΣΑΜΟΣΑΤΩΝ 198.1 Μετὰ τὴν ἐπιστολήν, τὴν διὰ τῶν ὀφφικιαλίων κομισθεῖσαν ἡμῖν, μίαν
ἄλλην ἐδεξάμην μετὰ ταῦτα πρὸς ἡμᾶς ἀποσταλεῖσαν. Αὐτοὶ δὲ ἐπεστείλαμεν, οὐ πολλὰς μέν, διὰ τὸ μηδὲ ἐπιτυχεῖν τῶν πρὸς ὑμᾶς ἀφικνουμέ νων, πλὴν πλείους τῶν τεσσάρων, ἐν αἷς καὶ τὰς ἀπὸ Σαμοσάτων κομισθείσας ἡμῖν ἐπὶ τοῖς πρώτοις γράμμασι τῆς σῆς θεοσεβείας, ἐσφραγισμένας διεπεμψάμεθα τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Λεοντίῳ τῷ ἐξισωτῇ τῆς Νικαίας, παρακαλέσαντες δι' ἐκείνου τῷ φροντίζοντι τῆς οἰκίας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Σωφρονίου ἀποκομισθῆναι, ὥστε ἐκεῖνον ἐπιμεληθῆναι τῆς πρὸς ὑμᾶς διακομιδῆς. Ἐπεὶ οὖν πολλὰς διαβαίνουσι χεῖρας αἱ ἐπιστολαί, εἰκὸς τὴν παρὰ ἕνα ἀσχολίαν ἢ ῥᾳθυμίαν αἰτίαν γενέσθαι τοῦ μὴ ὑποδέχεσθαι τὴν σὴν εὐλάβειαν. Ὥστε συγγνώμην ἔχε, παρακαλοῦμεν, τῇ σπάνει τῶν γραμμάτων. Τὸ δὲ ὅτι ἀπο στεῖλαί τινα δέον ἐξ ἡμῶν αὐτῶν οὐκ ἐποιήσαμεν, τοῦτο αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν. Γίνωσκε δὲ τὸν παρ' ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι ὥστε πάσας μὲν ὁδοὺς ἐκκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. Καὶ γὰρ εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφ' ἡμέραν βίου. Αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησά μεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. Καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. Καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες ξενισμὸν ἐμποιήσῃ καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν. 198.2 Τὰ μέντοι καινοτομηθέντα περὶ τὴν Ἀνατολὴν πε ριττὸν ἡμᾶς ἐστι διὰ γραμμάτων σημαίνειν, αὐτῶν τῶν ἀδελφῶν ἀκριβῶς δυναμένων ἀφ' ἑαυτῶν διαγγεῖλαι. Γίνωσκε δέ, τιμιωτάτη μοι κεφαλή, ὅτι ἡνίκα ταῦτα ἐπέστελλον, οὕτω διεκείμην φαύλως ὥστε πάσας με λοιπὸν τοῦ ζῆν τὰς ἐλπίδας ἐπιλελοιπέναι. Καὶ γὰρ οὐδὲ ἐξαριθμήσασθαι δυ νατὸν τῶν ἐπιγινομένων μοι συμπτωμάτων τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν καὶ τὸ μέγεθος τῶν πυρετῶν καὶ τὴν κακοήθειαν ὁποῖα· πλὴν ὅτι ἐκ πάντων ἓν τὸ συναγόμενον, πληρῶσαι ἡμᾶς λοιπὸν τὸν χρόνον τῆς παροικίας τοῦ δυστήνου τούτου καὶ ὀδυνηροῦ βίου.
199.τ ΑΜΦΙΛΟΧΙΩ ΠΕΡΙ ΚΑΝΟΝΩΝ
Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις
ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. Ὀλίγοι γὰρ καὶ παρ' ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ πα ρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. Ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδύτητος δὸς ἡμῖν τὴν συγγνώμην. Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπει νοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος καὶ μανθάνειν παρ' ἡμῶν