Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Τολμηρότερον δὲ, φησὶν, ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ, εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ. Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς εἰληφέναι μὲν ἐν χάριτος μέρει παρὰ τοῦ Θεοῦ διϊσχυρίζεται τὸ εἶναι λειτουργὸς Ἰησοῦ Χριστοῦ. Εἶτα τῆς ἱερουργίας τὸν τρόπον ἐξηγούμενος, εἰς τὸ Εὐαγγέλιον, φησὶ, τοῦ Θεοῦ. Καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος, οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. Οὐ γὰρ ἂν ὠνόμασε Θεὸν μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα· οὐδ' ἂν ἐφ' ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, Εὐδόκησεν ὁ Θεὸς ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ δι' ἐμοῦ, εἴπερ ἦν κτίσμα καὶ ποίημα. Ἐκ τῆς πρὸς Κορινθίους αʹ. Περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου καὶ τῆς ἐν αὐτοῖς μωρίας τοὺς λόγους ποιούμενος, Εἰ γὰρ ἔγνωσαν, φησὶν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Οὐκοῦν εἰ τῆς δόξης Κύριός ἐστιν ὁ τὸν σταυρὸν ὑπομείνας Υἱὸς, πῶς οὐκ ἔστι φύσει Θεός; πῶς δὲ κτίσμα ἢ ποίημα, ὁ καὶ ὑπὸ τῶν Σεραφὶμ ὑμνούμενος; Πλήρη γὰρ εἶναί φασι τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ· καὶ Κύριον Σαβαὼθ ὀνομάζουσι. ∆ῆλον γὰρ ὅτι περὶ αὐτοῦ τὰ τοιαῦτά φασιν, εἴπερ ἐστὶ τῆς δόξης Κύριος, κατὰ τὴν τοῦ Παύλου φωνήν. 75.461 ΑΛΛΟ. Οὕτω, φησὶν, ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ, καὶ οἰκονόμους μυστηρίων Θεοῦ. Εἰ τοίνυν τὸ περὶ τοῦ Υἱοῦ μυστήριον, Θεοῦ μυστήριον ὁ Παῦλος ἀποκαλεῖ, πῶς οὐκ ἔσται φύσει Θεὸς, ἢ πῶς ἐν ποιήμασι τετάξεται ὁ διὰ τῶν ἀποστόλων ὑπηρετούμενος; Πῶς δὲ οὐκ ἀληθεύσει, Θεοῦ μυστήριον ὀνομάζων τὸ Εὐαγγέλιον Χριστοῦ, ὁ μετὰ πολλῆς παῤῥησίας εἰπών· Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλ' ὑπὸ τοῦ Θεοῦ δηλαδή; Ὅτε τοίνυν θεοδίδακτος ὢν Θεὸν ὄντα τὸν Υἱὸν ἐπιγινώσκει, τίς τῶν ἕτερα διδασκόντων ἀνέξεται; ΑΛΛΟ. Ὥστε, φησὶ, μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ἐν δὲ τοῖς Εὐαγγελίοις, στήσειν μὲν ἐκ δεξιῶν τὰ πρόβατα, ἐξ εὐωνύμων δὲ τὰ ἐρίφια Χριστὸς ἐπαγγέλλεται, κατὰ τὸν καιρὸν τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τοὺς μὲν τῆς ἀνομίας ἐργάτας ἐκπέμψειν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοῖς δέ γε τὸν δεξιὸν ἐπέχουσι τόπον τοὺς ἐπαίνους ὁμοῦ τοῖς μισθοῖς ἀποδώσειν, λέγων τὸ, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὐκοῦν εἰ τὸν τῆς ἀρετῆς ἐργάτην καὶ ἐπιστήμονα ἐπαινέσειν μέλλοντος τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἐπαινῶν, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Θεὸς ἐκ Θεοῦ, τῆς πατρῴας οὐσίας ὅλον ἔχων τὸ ἴδιον, καὶ ὢν διὰ τοῦτο φύσει Θεὸς, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν; ΑΛΛΟ. ∆οκῶ γὰρ, φησὶν, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους. Ἰδοὺ πάλιν τοὺς ἁγίους ἀποστόλους ἀποδεῖξαι λεγομένου τοῦ Θεοῦ, Χριστός ἐστιν ὁ ἀναδείξας. Πῶς οὖν [οὐ] φύσει Θεὸς, ὁ τοῦτο ὢν καὶ καλούμενος; Ὁ δὲ οὕτως ἔχων, πῶς ἔσται ποιητός; ΑΛΛΟ. Ἐγενόμην, φησὶ, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ' ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, οὗ τὸν νόμον ἔχοντες, οὐκ ἐσμὲν ἄνομοι Θεοῦ. Ὅτι δὲ πάλιν μόνῳ Θεῷ τὸ νομοθετεῖν οἰκεῖον, οὐκ ἀμφίβολον. Ἐκ τῆς πρὸς Κορινθίους βʹ. Οὐ γὰρ θέλομεν ὑμᾶς, φησὶν, ἀγνοεῖν, ἀδελφοὶ, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν αὐτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ 75.464 ἐγείροντι τοὺς νεκρούς. Ἰδοὺ πάλιν ἐνθάδε σαφῶς Θεὸν εἶναί φησι τὸν ἐγείροντα τοὺς νεκρούς. Τοῦτο δὲ Χριστὸς ἐργάζεται, λέγων, ποτὲ μέν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ποτὲ δὲ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Θεὸς οὖν ἄρα κατὰ φύσιν ὁ