1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

147

οἷς οὐδὲν μέγα πρόσεστι εἰς γνῶσιν. Ἀλλ' ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρ' ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν. 199.17 Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον διὰ τὸν ὅρκον. Ἐγὼ δὲ ἤδη τινὰ καὶ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετ' αὐτοῦ ὀμωμοκότων τοῖς κατ' Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθει κώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. Τὸ δὲ αὐτὸ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλ' ἐν Ἰκονίῳ, ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. Ἔστιν οὖν δεκτὸς ὁ ἀνὴρ ἐκεῖνος, ἀπαιτού μενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάξαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς. 199.18 Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησα μένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑπο πεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπαλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθ' ὁμοιό τητα τῶν διγάμων διαταξάμενοι. Ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προιοῦσα ἡ Ἐκκλησία κραταιοτέρα γίνεται καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσ έχειν ἀκριβῶς τῷ τε κατ' ἔννοιαν φαινομένῳ πράγματι καὶ τῇ τῆς Γραφῆς διανοίᾳ ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. Χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. Ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου· «Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν». Εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ ὡς τὴν εἰς Χριστὸν ἀθετή σασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ ∆εσπότῃ; Μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καὶ τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. Οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται· ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. Ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν πρὶν ἢ παύσασθαι τῆς ἁμαρ τίας· οὕτω δηλονότι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. Ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ καὶ ἀποταξαμένη τῷ γάμῳ καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. Τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφ' οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλή ρωσιν ἔχῃ. Οὐ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον, εἶτα παραμείνασαν καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκα ταλέγεσθαι χρὴ ταῖς παρθένοις καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. Πολλὰς γὰρ γονεῖς προσάγουσι, καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινές, πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικού μενοι. Ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην. 199.19 Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τὴν ἀγαμίαν. Πλὴν καὶ ἐπ' ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσή κειν, ἐρωτᾶσθαι αὐτοὺς καὶ λαμβάνεσθαι τὴν