Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Υἱὸς, ἐνεργεῖν δυνάμενος, ἃ μόνῳ πρέπει Θεῷ. Οὐκοῦν οὐ ποίημα, οὐδὲ γενητός. ΑΛΛΟ. Πιστὸς δὲ ὁ Θεὸς, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστι, ναὶ καὶ οὔ. Ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Χριστὸς Ἰησοῦς, ὁ ἐν ὑμῖν δι' ἡμῶν κηρυχθεὶς, δι' ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο, ναὶ καὶ οὔ· ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν. Ὅταν οὖν κηρύττηται μὲν ὡς Υἱὸς, τοῦ Πατρὸς λέγοντος περὶ αὐτοῦ· Οὗτός ἐστιν ὁ Υἱός μου· καὶ πάλιν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· ποίημα δὲ καὶ κτίσμα παρά τινων ὀνομάζεται· πῶς οὐκ ἔστι, ναὶ καὶ οὔ; Οὐ γὰρ ἂν εἴη κτίσμα τὸ φύσει γεννώμενον· οὐδ' ἂν γένοιτο φύσει τέκνον τὸ πεποιημένον. Ἐπειδὴ δὲ ἀλήθειά ἐστιν ὁ Χριστὸς, καὶ γέγονεν ἐν αὐτῷ τὸ ναὶ, καθά φησιν ὁ Παῦλος, Υἱὸς ὑπάρχων, καὶ οὕτω κηρυττόμενος, οὐκ ἂν εἴη κτίσμα ἢ ποίημα. ΑΛΛΟ. Τῷ δὲ Θεῷ χάρις, φησὶ, τῷ πάντως τε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι, δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. Οὐκοῦν εἰ διὰ τῶν ἁγίων ἀποστόλων φανερὰν τῷ κόσμῳ καθίστησιν ὁ Θεὸς καὶ Πατὴρ τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Χριστοῦ, τουτέστι, τὸν περὶ τῆς ἐπιγνώσεως αὐτοῦ λόγον· οἱ δὲ τοῦτον λαβόντες οὐκ ἔτι πλανῶνται, οὔτε μὴν ἐν τοῖς ἀθέοις καὶ ἐλπίδα μὴ ἔχουσι καταταχθήσονται, ἀλλ' ἔγνωσαν μὲν τὸν Θεὸν, ᾗ φησιν ὁ Παῦλος, μᾶλλον δὲ ἐγνώσθησαν ὑπὸ Θεοῦ· Θεὸς ἄρα κατὰ ἀλήθειαν ὁ Χριστὸς, ὁ τῶν ψευδωνύμων θεῶν ἀποστήσας τὰ ἔθνη, καὶ γνωσθεὶς μὲν αὐτοῖς κατὰ τοῦτο, ἐπιγνοὺς δὲ πάλιν αὐτὰ διὰ τῆς εἰς ἑαυτὸν πίστεως. Ὁ δὲ ἀληθῶς ὑπάρχων Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; ΑΛΛΟ. Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ. Οὐκοῦν εἰ τῶν ἁγίων ἀποστόλων ὁ λόγος τὸ περὶ τοῦ Σωτῆρός ἐστι κήρυγμα, Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, οὗ τὸν λόγον οὐ καπηλεύουσιν οἱ οὕτω κηρύττοντες, καὶ ποίημα λέγειν αὐτὸν ἢ κτίσμα παραιτούμενοι. Ἄκρατος οὖν ὥσπερ ἐστὶν ὁ περὶ τῆς ἀληθείας λόγος, τὰς ὑδαρεστέρας τῶν αἱρετικῶν ψευδοδοξίας οὐκ ἔχων. ΑΛΛΟ, εἰς τὸ, Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν. Ὁ φανερούμενος διά τε τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν κηρυγμάτων, τίς ἂν ἕτερος εἴη παρὰ Χρι 75.465 στόν, Αὐτὸς τοιγαροῦν ἐστιν ἡ ὀσμὴ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ· Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Καὶ πάλιν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ὀσμὴ τοιγαροῦν ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, οὐκ ἂν εἴη πρὸς αὐτὸν ἑτεροούσιος· ἀλλ' ὥσπερ ἡ ἐξ ἀνθέων εὐωδία φυσικῶς τε καὶ οὐσιωδῶς προεκκύπτουσα, τοῦ γεννήσαντος αὐτὴν εἴδους ἐστὶν ἐκφαντικὴ, οὕτω καὶ ὁ Υἱὸς ὀσμή τις ὥσπερ ὑπάρχων τῆς πατρῴας οὐσίας, ἀφ' ἧς ἐστιν αὐτὸς, τὸν γεννήσαντα δηλοῖ. Οὐκοῦν οὐ ποίημα, ἐπεὶ μὴ τοῦτό ἐστιν ὁ Πατήρ. ΑΛΛΟ. Οὐ γὰρ ἑαυτοὺς, φησὶ, κηρύττομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον· ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ. Ὅτι ὁ Θεὸς ὁ εἰπὼν, Ἐκ σκότους φῶςλάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ. Ἰδοὺ δόξαν τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν. Ἐλλάμψαντος γὰρ ἐν ταῖς καρδίαις ἡμῶν τοῦ Θεοῦ καὶ Πατρὸς, φωτιζόμεθα πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καθὰ καὶ αὐτός πού φησιν· Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν. Ἕλκει δὲ πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ τὴν ἑκάστου φωτίζων καρδίαν. ∆όξα τοιγαροῦν ὑπάρχων τοῦ Πατρὸς, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ, διὰ τῆς ἐνούσης αὐτῷ μεγαλειότητος φυσικῆς παρασκευάζων δοξάζεσθαι τὸν γεννήσαντα αὐτὸν, ὡς ἐν εἰκόνι τῷ Υἱῷ φαινόμενος, κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα; ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ δόξα τοῦ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, ποίημα καὶ κτίσμα ἐστὶ, λεγέσθω καὶ ἕκαστον τῶν πεποιημένων δόξα τοῦ Θεοῦ καὶ Πατρός. Εἰ γὰρ ὅλως ἐνδέχεται κτιστὴν καὶ πεποιημένην οὐσίαν ἀναβῆναι πρὸς τοῦτο, τὸ κωλύον οὐδὲν ἐπὶ πᾶσαν τὴν κτίσιν ἄγεσθαι τὸ ἀξίωμα. Τὸ γὰρ δυνάμει πεφυκός τι γενέσθαι,