οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δι καιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυ τρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ." Ἵνα τοίνυν ἐλευθέρους ἡμᾶς ἀποφήνῃ, καὶ ποινῆς καὶ δίκης, καὶ τῆς ἐκείνου καταβοῆς, γέγονε καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἄνθρωπος ἀληθῶς, ἐκ Θεοῦ Πατρὸς Λόγος, μεμενηκὼς ὅπερ ἦν, ὁ ἐλεύθερος ἐν δούλοις, ὑπὸ νόμον ὁ νομοθέτης, μεθ' ἡμῶν εἰς γένεσιν σαρκικὴν καὶ τὴν ἐν χρόνῳ τετελεσμένην ὁ τῶν αἰώνων ποιητής. Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, ὁ κατὰ φύσιν ἰδίαν σώμα τος, ἵνα χρηματίσας ἡμῶν ἀδελφὸς, τῆς ἑαυτοῦ δόξης ἀποφήνῃ κοινωνοὺς, ἁγιάσας τε τῷ ἰδίῳ Πνεύματι, καλέσῃ λοιπὸν ἀδελφούς τε καὶ ἐλευθέρους. Οὕτω γάρ πού φησι τοῖς ἁγίοις ἀποστόλοις· "Ὑμεῖς φίλοι μού ἐστε. Οὐκέτι λέγω ὑμᾶς δούλους." Τούτων τοιγαρ οῦν ἁπάντων ἀμνημονήσαντες οἱ Ἰουδαῖοι, καὶ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀρνούμενοι, παρ έδοσαν μὲν Πιλάτῳ, καὶ σταυροῦσθαι παρεκάλουν. Ὁ δὲ Θεὸς ὢν φύσει καὶ παναλκὴς, ἐνῆκεν ἑκὼν τοῖς τοῦ θανάτου βρόχοις τὸ ἴδιον σῶμα, ἵνα καὶ ἡμᾶς ἐξέληται, διαῤῥήξας αὐτούς. Τριήμερος γὰρ ἀνεβίω, κηρύξας τοῖς ἐν ᾅδου πνεύμασι, καὶ εἰρηκὼς "τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακα- λύφθητε." Εἶτα τοῖς ἁγίοις ἀποστόλοις ἑαυτὸν ἐμφανῆ καταστήσας, εἰρηκώς τε σαφῶς· "Πορευ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν," ἀνέβη πρὸς τὸν ἐν οὐρα νοῖς Πατέρα, καὶ τοῖς τῆς ἰδίας θεότητος ἐναμβρύ νεται θάκοις, ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὡς οὖν ἀπολογησόμε νοι, παραστησόμενοί τε τῷ βήματι αὐτοῦ, διὰ πάσης ἐπιεικείας τὸν οἰκεῖον ἀποκαθάρωμεν βίον, ἀκλινῆ τὴν πίστιν τηρήσωμεν, ἐλεοῦντες πτωχοὺς, 77.837 ἐπισκεπτόμενοι χήρας, τοὺς ἐν δεσμοῖς κατοικτεί ροντες, συναλγοῦντες τοῖς ἐν ἱδρῶσι καὶ πόνοις, τὴν φιλαλληλίαν ἐπιτηδεύοντες, τὴν ἀγάπην τὴν εἰς Θεόν τε καὶ ἀδελφοὺς, καὶ τοῖς τῆς σαρκὸς ἐπιτιμῶντες πάθεσιν. Οὕτω γὰρ, οὕτως ἑορτάσωμεν καθαρῶς, ἀρχόμενοι μὲν τῆς ἁγίας Τεσσαρακοστῆς, ἀπὸ τρίτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ δους Πάσχα, ἀπὸ ὀκτωκαιδεκάτης τοῦ Φαρμουθὶ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ καὶ εἰκάδος τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ σαββάτου, κατὰ τὸ ἔθος, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετράδι καὶ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συν άπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεν τηκοστῆς. Οὕτω γὰρ καὶ τότε τρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας ὠφεληθησόμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ Κʹ.
αʹ. Πολυμερῶς καὶ πολυτρόπως ὁ τῶν ὅλων Θεὸς, διὰ τῆς τοῦ νόμου σκιᾶς
προαναφαίνων ἡμῖν τὴν ἀλήθειαν, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἀκραιφ νέστατον κάλλος, καθάπερ ἐν πίνακι προκαταγρά φων ἐντέχνῳ, διὰ τῆς ἀρχαίας ἐντολῆς, πρὸς τὸν ἱερὸν ἔφη Μωσέα· "Ποίησον σεαυτῷ δύο σάλπιγγας ἐλατάς· ἀργυρᾶς ποιήσεις αὐτὰς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμ βολάς." Ἐλαταὶ μὲν οὖν αἱ σάλπιγγες, ὑποδηλοῦν τος ἡμῖν τοῦ πράγματος ὅτι μὴ μέχρι σκιᾶς καὶ αἰ νίγματος τοῦ κατὰ τὸν νόμον μεμέτρηταί τε καὶ ἔστι τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ἡ δήλωσις, πε ποίηται δὲ μᾶλλον καταβραχὺ τὴν ἐπίδοσιν, ἐπὶ τὸ ἅμεινόν τε καὶ ἀληθέστερον. Προκόπτει γὰρ ἀεί πως τὸ ἐλαυνόμενον. Ἀργυραῖ δὲ, ὅτι λαμπρός τε καὶ καθαρώτατος, καὶ μὴν καὶ ἁπάσης κηλῖδος ἀπηλ λαγμένος ὁ περὶ αὐτοῦ γέγονε λόγος, καὶ νῦν ἐστι τοιοῦτος ἐν