οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἐκκλησίαις. Ἀλλὰ τίνες ἄρα καὶ οἱ ταῖς σάλπιγξι κεχρημένοι, σαφηνιεῖ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτω· "Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν." Τῷ γὰρ ἱερῷ τε καὶ ἀπολέκτῳ γένει, καὶ τοῖς τῆς θείας λειτουργίας αὐ χήμασι κατεστεμμένῳ, τὸ Χριστοῦ λαλεῖν μυστήριον, πρέπει ἂν εἰκότως, καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς κατα σημαίνειν ἀεὶ τὰ δι' ὧν ἂν γένοιντο τῆς εἰς οὐρανὸν πολιτείας ἄξιοι, τῶν γηΐνων ἀπαίροντες, καὶ πρὸς εὐσεβῆ καὶ ἐξαίρετον πολιτείαν μεθορμιζόμενοι, καὶ κατανδριζόμενοι τῶν τῆς ἀληθείας ἐχθρῶν, καὶ τοῖς πολεμοῦσι τῇ δόξῃ τοῦ Χριστοῦ νεανικῶς ἀντ εξάγοντες, ἑορτάζοντες δὲ καὶ τὰς ἑορτὰς αὐτοῦ κα θαρῶς, καὶ ἀμωμήτως, καὶ "Οὐκ ἐν ζύμῃ παλαιᾷ," καθὼς γέγραπται, "ἀλλ' ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων διεκή ρυξε ∆εσπότης λέγων· Ἐὰν ἐξέλθητε εἰς πόλεμον 77.840 ἐν τῇ γῇ ὑμῶν, πρὸς τοὺς ὑπεναντίους τοὺς καθεστη κότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἀνα μνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφρο σύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν." Ὅπλα μὲν γὰρ οὐ σαρκικὰ τοῖς ἁγίοις· δυνατὰ δὲ μᾶλλον τῷ Θεῷ, καὶ τῆς παντευχίας ὁ τρόπος, οὐκ ἐν ὁρατοῖς τε καὶ αἰσθητοῖς ἐστι πράγμασιν, ἀλλ' ἐν δυνάμει Πνεύμα τος, καὶ δικαιοσύνης, καὶ ἁγιασμοῦ καὶ ἐν ὀρθότητι καὶ ἀκριβείᾳ δογμάτων. Ἔδει γὰρ αὐτοὺς τὸν θώ ρακα τῆς δικαιοσύνης ἔχειν, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ μέντοι τὸ τῆς εὐδοκίας ὅπλον, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Τοῦτό τοι πάντας, καὶ μάλα ῥᾳδίως, καταπτοήσει τοὺς ἐχθρούς. Τοῦτο τοὺς ἐπαίροντας εἰς τὸ ὕψος τὸ κέρας, καὶ λαλοῦντας κατὰ τοῦ Θεοῦ ἀδικίαν, οἰκτροὺς καὶ κατεῤῥιμμένους καὶ ἀσυνέτους ὅντας ἀποφανεῖ, μᾶλ λον δὲ δυσσεβείας ἁπάσης ἐπίμεστον ἔχοντας γλῶτ ταν, ἵνα καὶ λέγηται περὶ αὐτῶν· "Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει." Χρησώμεθα τοίνυν κατ' αὐτῶν ταῖς σάλ πιγξιν, τουτέστι, τοῖς τῆς ἀληθείας ἱεροῖς τε καὶ ἀμωμήτοις κηρύγμασιν. Ἀλλὰ γὰρ εἰ προσάγοιμεν τὰς πνευματικὰς θυσίας τῷ πάντων Σωτῆρι Θεῷ, τὰς ἐπινικίους ᾠδὰς ἀναμέλψωμεν, τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γενομένῳ, καθιγμένῳ δὲ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ. Θεὸς γὰρ ὢν κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς "Λόγος, γέγονε σὰρξ," οὐχ ὅπερ ἦν ἀποβαλὼν, μὴ γένοιτο, προσειληφὼς δὲ μᾶλλον ὅπερ οὐκ ἦν, ἵνα καὶ ἡμᾶς μεταστοιχειώσῃ πρὸς τὴν ἀμείνω τε καὶ εὐκλεεστέραν ζωήν· "Πλούσιος γὰρ ὢν, ἐπτώχευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν." Ἀλλ' ὁ μὲν τῶν ὅλων Σωτὴρ, καὶ μονογενὴς τοῦ Θεοῦ Πατρὸς Λόγος, ὁ ἐν ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν τῇ πρὸς αὐτὸν δια πρέπων, ὁ σύνθρονος καὶ ἰσοκλεὴς αὐτῷ, τὸ τῆς κε νώσεως οὐκ ἀπόβλητον ἐποιεῖτο μέτρον οἰκονομικῶς δι' ἡμᾶς. Οἱ δὲ τῶν ἀνοσίων δογμάτων εὑρεταὶ, "οἱ ἐχθροὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώ λεια, ὧν ὁ Θεὸς ἡ κοιλία," μικρὰ φρονοῦντες περὶ αὐτοῦ, καὶ χαμαιῤῥιφῆ, τὴν τοῦ μυστηρίου κατα σείουσιν δόξαν, εἰς τὸ μὴ εὖ πεποιῆσθαι δοκεῖν, τό γε ἧκον ἐπ' αὐτοῖς· μονονουχὶ δὲ καταμειδιῶσιν οἱ τά λανες τῆς τοῦ Θεοῦ σοφίας, ὡς ἐνὸν αὐτοῖς τὰ ἀμείνω βουλεύεσθαι ἐπιτηδεύοντες· καὶ στόμα λαλοῦν με γάλα κατὰ τὸν τῆς ἀνομίας υἱὸν, οὗ καὶ πρόδρομοι γενέσθαι τεθαῤῥήκασιν. Ἀτιμάζουσι μὲν τὴν κατὰ σάρκα γένησιν τοῦ Μονογενοῦς· οὐ Θεὸν δὲ κατὰ ἀλή θειαν ἀποτεκεῖν κατὰ σάρκα τὴν ἁγίαν λέγουσι Παρ θένον, καίτοι τοῦ ἁγίου βοῶντος εὐαγγελιστοῦ· "Ὁ Λόγος σὰρξ ἐγένετο." Ἐνοικῆσαι δὲ μᾶλλον ἀνθρώπῳ φασὶ τὸν τοῦ Πατρὸς Λόγον· ἴνα ἐν τάξει προφητῶν ὁ Σωτὴρ εὑρίσκηται θεοφόρος ἄνθρωπος, ἢ τάχα που καὶ πλέον οὐδὲν τῶν καθ' ἡμᾶς ἔχων ἐν τούτῳ. 77.841 Ἐναυλίζεται γὰρ καὶ ἡμῖν αὐτοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ μαρτυρήσει γράφων ὁ σοφὸς Ἰωάννης· "Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος