Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
αὐτῷ δηλονότι τῆς δικαιοσύνης αὐτοῦ, τουτέστι τοῦ Υἱοῦ; Ἐκ τῆς πρὸς Γαλάτας. Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Ὁ πείθων Θεὸν, τουτέστιν, ἐπὶ τοῖς οἰκείοις τρόποις, ὡς ἐπ' ἀγαθοῖς πληροφορεῖν ἐπαγόμενος, οὐκ ἀνθρώποις ἀρέσαι ζητεῖ, ἀλλ' ἵνα μᾶλλον δουλεύσῃ Χριστῷ. Θεὸς ἄρα κατὰ φύσιν ὁ Υἱὸς, ᾧ τὴν ἐξ ἔργων ἀγαθῶν δουλείαν προσάγοντες ὡς Θεῷ καὶ ∆εσπότῃ πάντες ἀπολογούμεθα· τοῦτο γάρ ἐστι τὸ πείθειν αὐτόν. Ὁ δὲ φύσει Θεὸς, οὐκ ἂν εἴη γενητός. ΑΛΛΟ. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ Υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἰ δὲ Χριστὸν ἐνδυσάμενοι διὰ τῆς πίστεως, ἀνεμορφώθημεν εἰς αὐτόν· καὶ διὰ τοῦτο χρηματίζομεν υἱοὶ Θεοῦ, κατὰ θέσιν δηλονότι, τὰ δὲ κατὰ θέσιν ἀεὶ πρὸς μίμησιν τοῦ κατὰ φύσιν γίνεται· φύσει ἄρα καὶ οὐ θετῶς Υἱὸς ὁ Χριστός. Τὸ δὲ φύσει γεννηθὲν ἀπὸ Θεοῦ, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα, πάντας ἡμᾶς ἐπαναγκάζοντος λόγου τῷ γεννήσαντι τὴν αὐτὴν ἔχειν οὐσίαν ὁμολογεῖν τὸ ἐξ αὐτοῦ γεννώμενον; ΑΛΛΟ. Λέγω δὲ ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, Κύριος πάντων ὢν, ἀλλὰ ὑπὸ ἐπιτρόπων ἐστὶ καὶ οἰκονόμων, ἄχρι τῆς προθεσμίας τοῦ Πατρός. Οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Εἰ τοῖς τοῦ κόσμου στοιχείοις, ὡς ποιήμασι δουλεύοντες, νήπιοί τε ἦμεν καὶ παράφρονες, ποίημα δὲ καὶ κτίσμα κατ' ἐκείνους ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ· ἔτι τοῖς ἀρχαίοις ἐγκλήμασιν ἐνεχόμεθα, νήπιοι δὲ οὐδὲν 75.472 ἧττον καὶ νῦν ἐσμεν δουλεύοντες κτίσματι πάλιν παρὰ τὸν κτίσαντα. Εἰ δὲ ἐπεγνωκότες ὡς ἀληθινὸν Θεὸν καὶ ∆εσπότην τὸν δι' ἡμᾶς γενόμενον ἐκ γυναικὸς, καὶ γενόμενον ὑπὸ νόμον, ἐξέβημεν τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα· Θεὸς ἄρα καὶ Υἱὸς ἀληθινὸς ὁ Χριστὸς, οὗ καὶ ἡμεῖς ἀναδεικνύμενοι μέτοχοι, τὴν υἱοθεσίαν ἀπολαμβάνομεν, ἐλεύθεροί τε ἤδη χρηματίζομεν, ὡς αὐτὸν ἐνδυσάμενοι τὸν ἐλεύθερον Υἱὸν, ἵνα τὸ τῆς δουλείας ἡμῶν ἀφανίζηται σχῆμα. ΑΛΛΟ. Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἴδωμεν τοίνυν τί περὶ τοῦ Υἱοῦ φησιν ὁ παρ' αὐτοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον· Ἰησοῦς Χριστὸς, φησὶ, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰδοὺ σαφῶς τὸ ἐν ἀτρέπτῳ καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ· ὅπερ ἴδιον μόνου Θεοῦ καὶ Πατρὸς, ἑτέρῳ δὲ πρόσεστι τῶν γενητῶν οὐδενί. Οὐκοῦν εἰ μόνος ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱὸς, ἀεὶ τοῦτο ὢν ὅπερ ἐστὶν ὁ γεννήσας αὐτὸν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς, ὁ μόνος τῷ φύσαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώμενος, καὶ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατήρ; ΑΛΛΟ. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Εἰ τοῦ Σωτῆρος τὸν νέον παραδεξάμενοι νόμον, ζῶμεν μὲν τῷ Θεῷ, νόμῳ δὲ τῷ διὰ Μωσέως ἀποθνήσκομεν (οὐ γὰρ ἔτι κατ' ἐκεῖνον βιοῦμεν ἢ πολιτευόμεθα)· Θεὸς ἄρα Χριστὸς καὶ Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. Ὅτι δὲ ζῶμεν αὐτῷ τῷ Χριστῷ, μαρτυρήσει λέγων αὐτὸς τῆς ἀληθείας ὁ κήρυξ· Εἰ γὰρ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ δὲ ζῶντες τῷ Χριστῷ, Θεῷ ζῇν λεγόμεθα, πῶς οὐκ ἔστι Θεός; Πῶς δέ ἐστι κτίσμα ἢ ποίημα; ΑΛΛΟ. Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι