οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
αὐτοῦ ἔδωκεν ἡμῖν." Τί οὖν ἔτι τὸ περιτ τὸν ἐν Χριστῷ νοεῖται παρὰ τοὺς ἄλλους, εἰ καὶ αὐ τὸς ἦν ἄνθρωπος, ἐνοικοῦντα φορῶν τὸν τῶν ὅλων Θεὸν, οὐκ αὐτόχρημα κατὰ ἀλήθειαν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ Θεὸς ἀληθινὸς καὶ μετὰ σαρκός; Ὑπέμεινε γὰρ κατὰ σάρκα τὴν γέννησιν, καὶ μεμέ νηκε Θεὸς, γενόμενος καθ' ἡμᾶς. Ἀλλὰ ταυτὶ μὲν φρονεῖν οὐκ ἀνέχεται τῶν ἑτεροδόξων ὁ νοῦς. ∆ια πτύοντες γὰρ ὡς ἕωλον τοῦ μυστηρίου τὸν λόγον, καὶ ταῖς σφῶν αὐτῶν κεφαλαῖς πικράν τε καὶ δυσδιάφυ κτον καταχέοντες δίκην, ὡς ἐν μεθέξει καὶ κατὰ χάριν ἀπονέμουσι τῷ Χριστῷ τὸ τῆς υἱότητος ὄνομα, καὶ διορίζουσιν ἀμαθῶς εἰς ἄνθρωπον ἰδικῶς ἀπο διιστάντες αὐτὸν τὸν τοῦ Θεοῦ Λόγον, ψιλήν τε αὐτῷ συνάφειαν κατὰ τὸ αὐτοῖς δοκοῦν ἀπονέμουσι μόλις, τὴν ὡς ἐν ἰσότητι τῆς ἀξίας. Ἡμεῖς δὲ οὐχ οὕτως φρονεῖν δεδιδάγμεθα, οὐδὲ ταῖς ἐκείνων ἀβελτηρίαις προσεσχηκότες, αὐτοὶ τὸν οἰκεῖον καταφθεροῦμεν νοῦν. "Ἔστι γὰρ, ἔστι, καθά φησιν ὁ μακάριος Παῦ λος, εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ·" ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις. Οὐκοῦν ἀκουέτωσαν οἱ παράσημον ἔχοντες ἐπὶ Χριστῷ τὴν πίστιν, καὶ γνώσεως τῆς ἀκριβοῦς καὶ ἀληθοῦς ἀμοι ρήσαντες, "Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε." Βαδιούμεθα γὰρ ἡμεῖς τὴν εἰς εὐθύ τε καὶ ἀδιάστροφον τῆς πίστεως ὁδόν. Καὶ πορευσόμεθα τὴν βασιλικὴν οὐκ ἐκκλίνοντες δεξιὰ, οὔτε μὴν εἰς εὐώνυμα. Ὁμολογοῦμεν γὰρ, ὅτι Θεὸς ὢν ὁ Λόγος, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, οὐκ ἄψυχον οὐδὲ ἄνουν σῶμα λαβών· ἐψυχωμένον δὲ μᾶλ λον καὶ ἔννουν, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ἑνω θεὶς, δίχα μόνης τῆς ἁμαρτίας, ἑαυτὸν ὑπὲρ ἡμῶν προσκομίσῃ τῷ Πατρὶ τὴν λογικὴν εὐοσμίαν, καὶ εἷς ὑπὲρ πάντων ἀποθανὼν, πάντας ἑαυτῷ κατακτήση ται, καὶ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Ὡς γὰρ γράφει ὁ θεσπέσιος Παῦλος, "Εἰς τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυ ριεύσῃ." Εἰ δὲ κεκυρίευκε τῆς ὑπ' οὐρανὸν, ἀποθα νὼν μὲν σαρκὶ, ζωοποιήσας δὲ ὡς Θεὸς τὸν ἑαυτοῦ ναόν· οὐκ ἄρα ψιλὸς ἄνθρωπος, συναφείᾳ Θεοῦ τῇ κατὰ μόνην τὴν ἀξίαν τετιμημένος νοοῖτο ἂν εἰκό τως, ἀλλὰ Θεὸς ἀληθινὸς, καὶ εἰ γέγονε σὰρξ, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν. Συνεδρεύει γὰρ τῷ Θεῷ καὶ Πατρὶ καὶ μετὰ σαρκός· "Κάμπτει τε αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύ ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Καὶ ὁ μὲν τῆς ἀληθείας ἐν τούτοις λόγος, καὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως ἡ παράδοσις, ταύτην ἔχει τὴν ὁδόν. Προσέχοντες δὲ πνεύμασι πλάνοις, καὶ ἀνδράσι τὸν νοῦν κεκαυτηριασμένοις, καθά φησιν ὁ σοφώτατος Παῦλος, τῶν ἀσυνέτων τινὲς περὶ τὴν 77.844 πίστιν ἐναυάγησαν, καὶ τὰ τῆς δυσσεβείας ὅπλα κε κινήκασι κατὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων, πολυτρό ποις βάλλοντες ἐπιβουλαῖς καὶ τὸ τῆς βασκανίας ἐντείνοντα τόξον. Ἀλλ' ὥς φησιν ὁ μακάριος Ψαλ μῳδὸς, "Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν." Οὐ γὰρ ἠρέμησεν ἡ ἁγία πληθὺς τῶν ἁπανταχόσε σε πτῶν ὀρέων τοῦ Θεοῦ· ἀλλ' εἰς ἕνα πάντες συναγη γερμένοι χορὸν, καὶ ἀναλαβόντες τὸν θυρεὸν τῆς πί στεως, καθὰ γέγραπται, "ὑποδησάμενοί τε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης," τουτέστι Χριστοῦ, ἀνατείναντές τε "τὴν μάχαιραν τοῦ πνεύ ματος, ὅ ἐστι ῥῆμα Θεοῦ," τὸ τῶν ἀνοσίων κατεληΐ ζοντο στίφος, τὸ ἐν Ψαλμοῖς ἐκεῖνο βοῶντες· "Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα." βʹ. Τοιοῦτόν τι πεπρᾶχθαί φαμεν ἐν τοῖς ἄνωθεν καιροῖς, παιδαγωγοῦντος ἔτι Μωσέως τὸν κατὰ σάρκα Ἰσραήλ. Ἐξῄεσαν μὲν ἐξ Αἰγύπτου τῆς τῶν πλεονεκτησάντων ὠμότητος ἀποπεμψάμενοι τὸν ζυ γόν· ἐπειδὴ δὲ ηὐλίζοντό που κατὰ τὴν ἔρημον, οὐκ ἀφθόνητοι μεμενήκασιν, οὔτε μὴν ἱδρῶτος δίχα καὶ πόνων πρὸς τὴν ἐπηγγελμένην αὐτοῖς διέτρεχον γῆν. Γέγραπται δὲ, ὅτι "Ἦλθε δὲ Ἀμαλὴκ, καὶ ἐπολέμειἸσραὴλ ἐν Ῥαφιδείμ· εἶπε δὲ Μωσῆς τῷ Ἰησοῦ·Ἐπίλεξαι σεαυτῷ ἄνδρας δυνατοὺς, καὶ ἐξελθὼν παράταξαι τῷ Ἀμαλὴκ αὔριον. Καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ