Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Εἰ Θεὸς τὰ ἔθνη λέγεται δικαιοῦν, Χριστὸς δέ ἐστιν ὁ τοῦτο ποιῶν, καὶ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, κατὰ τὴν Ἰωάννου φωνήν· Θεὸς ἄρα ἐστὶν ὁ Υἱὸς, καὶ Θεὸς ἀληθινός. Πονηροὶ γὰρ ὄντες Ἰουδαῖοι, μόνον ἐκεῖνο λέγουσιν ἀληθὲς, ὡς οὐδεὶς ἁμαρτίας ἀφεῖναι δύναται, εἰ μὴ μόνος ὁ Θεὸς, ὡς τοῦ νόμου Κύριος. ΑΛΛΟ. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε 75.473 τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Εἰ τοῖς τοῦ κόσμου στοιχείοις, γεννητὴν ἔχουσι τὴν φύσιν, ἀντιπαραβάλλεται Χριστὸς, ὡς μὴ τοῦτο ὢν, ὅπερ ἐκεῖνα· οὐκ ἄρα τῶν γενητῶν εἷς καὶ αὐτὸς εὑρίσκεται, ὁ τοσοῦτον διεστηκὼς, ὡς τὰ μὲν μὴ εἶναι φύσει θεοὺς, τὸν δὲ τοῦτο ὑπάρχειν ἀληθινῶς. Ταύτην γὰρ ὁ Παῦλος εἰσφέρει τὴν διαφορὰν διὰ τοῦ προτεθέντος κεφαλαίου. Ὅτι δὲ τὸν Χριστὸν ὡς Θεὸν ἐπέγνωκε τὰ ἔθνη, πᾶσίν ἐστιν, ὡς οἶμαι, καταφανές. Εἰς αὐτὸν γὰρ πιστεύοντα, τῆς πολυθέου πλάνης ἀπαλλάττεται. Ὅτι δὲ πάλιν αὐτὸν ἐπέγνωκε τὰ ἔθνη, καὶ ἐπεγνώσθη παρ' αὐτοῦ, ἄκουε λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά. ΑΛΛΟ. Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε, οἴδατε δὲ ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε, οὐδὲ ἐξεπτύσατε, ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με ὡς Χριστὸν Ἰησοῦν. Ὑποδεξάμενος καὶ λίαν θαυμάσας τῶν ἐν Γαλατίᾳ τήν τε εἰς Θεὸν εὐλάβειαν, καὶ τὴν εἰς αὐτὸν ἀγάπησιν, εἰρηκώς τε, ὅτι Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, καὶ ἐπὶ πολὺ μεῖζον ἀναβαίνει, προσθεὶς, ὡς Χριστὸν Ἰησοῦν. Τίς οὖν ὑπεροχὴ Χριστοῦ πρὸς ἀγγέλους, αὐτὸς διδασκέτω, λέγων· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ πάλιν· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Γέγραπται δὲ πάλιν περὶ αὐτῶν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι, λειτουργεῖν δὲ αὐτῷ τοὺς ἀγγέλους· καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ ∆εσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν· πῶς οὐκ ἔσται Θεὸς ὁ καὶ ὑπὸ τῶν ἀγγέλων ὡς τοῦτο ὢν κατὰ φύσιν γινωσκόμενος; Εἰ γὰρ ποίημά ἐστι, κατὰ τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ αὐτὰς τὰς ἐν οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ἄν τις πλανᾶσθαι φήσειε τοὺς ἁγίους ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν αὐτοῖς ἡ περὶ τοῦ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τοῦτο κατὰ φύσιν ὅντα τὸν Υἱὸν), οὐκ ἄρα κτίσμα ἐστὶν, οὐδὲ ποίημα. Τὸ γὰρ ὅλως ποιηθὲν, οὐκ ἂν εἴη φύσει Θεός. ΑΛΛΟ. ∆ιὸ, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας, τῇ ἐλευθερίᾳ ᾗ Χριστὸς ἡμᾶς ἠλευθέ 75.476 ρωσεν. Εἰ ∆εσπότου τὸ ἐλευθεροῦν, ἐλευθεροῖ δὲ ἡμᾶς ὁ Χριστὸς, καὶ τὸν ζυγὸν τῆς δουλείας ἀνίησιν εἰς υἱότητα καλῶν· οὐκ ἄρα δοῦλος, ἀλλὰ Υἱὸς καὶ ∆εσπότης, ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο τοῖς ἀξίοις κατὰ χάριν περιτιθείς. Ἐκ τῆς πρὸς Ἐφεσίους. Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. Ὁ διὰ θελήματος τοῦ Θεοῦ καὶ Πατρὸς προκεχειρισμένος εἰς ἀποστολὴν, ὡς αὐτὸς ἐνθάδε διϊσχυρίζεται, ἀπαύγασμα τοῦ Πατρὸς καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τὸν Υἱὸν ἀποκαλεῖ. Εἶτα πῶς τῆς ἀκτίστου καὶ ἀγενήτου τοῦ Πατρὸς οὐσίας τε καὶ ὑποστάσεως ἔσται χαρακτὴρ ὁ Υἱὸς, εἴπερ ἐξ οὐκ ὄντων ὑπέστη, κατά τινας; Ἀνάγκη γὰρ πᾶσα τήν τινος εἰκόνα ἀκριβῆ τὴν ὁμοίωσιν ἔχειν ὡς πρὸς ἐκεῖνον, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ χαρακτήρ ἐστιν ὁ Υἱὸς τοῦ ἀγενήτου Πατρὸς, ἔσται καὶ αὐτὸς κατ' ἐκεῖνον ἀγένητος, ἄκτιστός τε καὶ τὸ πᾶν