151
Εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι, οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ ὁ Κύριος ὑγείαν τῷ σώματί σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ ἀλλ' ὅτι ἡ μέριμνα τῶν Ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. Καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. Ἐπεὶ δὲ ὁ ποθεινότατος υἱὸς Μελέτιος παραπέμπων τοὺς νεολέκτους ὑπέμνησεν ἡμᾶς ὅτι εἴη σε δι' αὐτοῦ προσειπεῖν, ἐδεξά μεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν, ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντ' ἐπιστολῆς εἶναι διά τε τὸ τοῦ τρόπου φιλάληθες καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθ' ἡμᾶς. ∆ι' οὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ ὁ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώμα τος, ταῖς δὲ Ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχίαν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇς τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκὶ κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτὸς ὡς ἰδίων, ὅπερ οὖν καὶ ἐστίν, ἀντέχῃ τῶν καθ' ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος τοῦ ὄντος ἐν σοὶ μετακοσμήσῃς πρὸς τὸ εὐά ρεστον τῷ Κυρίῳ. Τοὺς δὲ τιμιωτάτους υἱοὺς ἡμῶν Μελέ τιον καὶ Μελίτιον, οὓς πόρρωθεν οἶδας καὶ ἑαυτοῦ κρίνεις, ἔχε ἐν παρακαταθήκῃ εὐχόμενος ὑπὲρ αὐτῶν. Αὔταρκες γὰρ αὐτοῖς τοῦτο πρὸς πᾶσαν ἀσφάλειαν. Ὥστε καὶ τοὺς συνόντας τῇ ὁσιότητί σου καὶ πάντα τὸν κλῆρον καὶ τὸν λαὸν τὸν ὑπὸ σοῦ ποιμαινόμενον καὶ τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς προσειπεῖν παρ' ἡμῶν καταξίωσον. Τῆς μνήμης τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου μέμνησο καὶ μὴ ἀναμείνῃς δευτέραν ὑπόμνησιν, μηδὲ ἐμπρόθεσμον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν καὶ εὐφρᾶναι ἡμᾶς, ἐὰν ἄρα ἔτι ὦμεν ἐπὶ τῆς γῆς. Ἕως τότε ἐρρωμένος ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν, διαφυλαχθείης ἡμῖν καὶ ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις χάριτι τοῦ Ἁγίου.
201.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ
201.1 Πολλῶν ἕνεκεν ἐπιθυμῶ συντυχεῖν σοι, ἵνα καὶ συμ βούλῳ χρήσωμαι
περὶ τῶν ἐν χερσὶ πραγμάτων, καὶ ὅλως ἵνα διὰ μακροῦ θεασάμενός σε ἔχω τινὰ παραμυθίαν τῆς ἀπολείψεως. Ἐπειδὴ δὲ τὰ αὐτὰ ἀμφοτέρους ἐπέσχεν, ἥ τε ὑμῖν συμβᾶσα ἀσθένεια καὶ ἡ παλαιοτέρα ἡμῶν ἀρρωστία μήπω ἀπολείψασα, ἀμφοτέροις δῶμεν συγγνώμην, εἰ βούλει, ἀμφότεροι, ὥστε δι' ἑαυτῶν ἀλλήλους ἀφεῖναι τοῦ ἐγκλήματος.
202.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ
202.1 Καὶ ἄλλως μέν μοι πολλοῦ ἄξιον τὸ συντυγχάνειν τῇ σεμνότητί σου,
νῦν δὲ καὶ μάλιστα, ὅτε τοιοῦτόν ἐστι τὸ συνάγον ἡμᾶς πρᾶγμα. Ἀλλ' ἐπειδὴ τὰ λείψανα τῆς ἀρρωστίας μου τοιαῦτα ὡς μηδὲ τὴν βραχυτάτην μοι κίνησιν συγχωρεῖν, ὅς γε, ἵνα τὴν μέχρι τῶν μαρτυρίων ὁδὸν ὀχήματι πορευθῶ, πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον, ἀνάγκη συγγνώμης τυχεῖν παρ' ὑμῶν. Κἂν μὲν ᾖ δυνατὸν ὑπερτεθῆναι τὸ πρᾶγμα ὀλίγαις ὕστερον ἡμέραις, καὶ συνέσομαι ὑμῖν τῇ τοῦ Θεοῦ χάριτι καὶ κοι νωνήσω τῶν φροντίδων. Ἐὰν δὲ ἐπείγῃ τὰ σπουδαζόμενα, πράξατε μὲν τῇ τοῦ Θεοῦ συνεργίᾳ τὰ ἐν χερσί, συνα ριθμήσατε δέ με ἑαυτοῖς ὡς παρόντα καὶ τῶν καλῶς γινομένων συνεφαπτόμενον. Ἐρρωμένος καὶ