Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἤδη Θεὸς ἀληθινός. Εἰ δὲ τοῦτο, οὐ κοίημα. ΑΛΛΟ. ∆ιὸ μνημονεύετε, ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς, οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Εἰ καθ' ὃν ἐπλανᾶτο τὰ ἔθνη καιρὸν, κεχώριστο τοῦ Χριστοῦ, καὶ ἦν διὰ τοῦτο καὶ ἐλπίδος ἔρημα χρηστῆς, καὶ ἄθεα ἐν τῷ κόσμῳ· Χριστὸς ἄρα ἐστὶν ἡ πάντων ἐλπὶς καὶ Θεὸς, ὃν εἴπερ ἐπιγνοίη τὰ ἔθνη, τὸ εἶναι λοιπὸν ἐν ἀθεότητι διαφεύξεται, ὡς μεμαθηκότα τὸν ὄντως Κύριον. Πῶς οὖν ἂν εἴη κτίσμα ἢ ποίημα ὁ παρὰ τῶν πλανωμένων ὡς Θεὸς ἐπιγινωσκόμενος, καὶ διασώζων τοὺς εὑρίσκοντας αὐτὸν, εἴσω τε πάσης ἀγαθῆς ἐλπίδος εἰσφέρων, κατὰ τὸ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ΑΛΛΟ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Γέγραπταί που περὶ τῶν τοῦ Θεοῦ νόμων, ὡς ἐπ' αὐτοῖς οὐκ ἔστι προσθῆναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἀποφήσαντος τοίνυν τὸ τοιοῦτον παντελῶς τοῦ Θεοῦ, καὶ μηδενὶ λέγοντος ἐξεῖναι προσθῆναί τι τοῖς παρ' αὐτοῦ διατεταγμένοις, ἢ καὶ ἀφελεῖν, τοῦτο μόνος πεποιηκὼς εὑρίσκεται Χριστός. Ἀφεῖλε μὲν γὰρ καταργήσας τῶν ἐντολῶν τὸν νόμον· προστέθηκε δὲ τὰ περὶ τῆς εἰς αὐτὸν πίστεώς τε καὶ εὐσεβείας δόγματα. Καὶ 75.477 πῶς ἡμῖν ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὁ τὴν τῷ Θεῷ πρέπουσαν ἐξουσίαν περικείμενος, καὶ μόνος ἐργασάμενος, ἃ μόνῳ προσήκει Θεῷ; ΑΛΛΟ. Ἄρα οὖν οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. Εἶτα πῶς οὐκ ἔσται Θεὸς ὁ Υἱὸς, εἴπερ αὐτῷ διὰ τῆς πίστεως συναπτόμενοι, οἰκεῖοι Θεοῦ διὰ τοῦτο χρηματίζουσιν; Καὶ αὐτὸς δέ που τῆς κατὰ πνεῦμα συγγενείας ἐπιδεικνύων τὸν τρόπον, λέγει περὶ τῶν ἑαυτοῦ μαθητῶν· Ὅστις γὰρ ἂν ποιῇ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστίν. ΑΛΛΟ. Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. Τὰ κατὰ θέσιν ἀεὶ γινόμενα τοῖς κατὰ φύσιν ἀπεικάζεται. Πάλιν τε αὖ καὶ τὰ κατὰ μίμησιν τήν τινος ἀνατυπούμενα, τῆς τῶν πρωτοτύπων ἀληθείας ἀπολιμπάνεται. Εἰ τοίνυν ἐκ τῆς τοῦ Θεοῦ πατρότητος, τὸ τῆς πατριᾶς ὄνομα διαβαίνει καὶ εἰς ἡμᾶς· πῶς οὐ λίαν ἀσεβοῦσιν οἱ λέγοντες, δεῖν ἡμᾶς μὲν εἶναι φύσει τῶν ἐξ ἡμῶν πατέρας, τοὺς κατὰ μίμησιν τοῦ ἀληθινοῦ τοῦτο γεγονότας καὶ κεκλημένους· τὸν δὲ ἀρχέτυπον καὶ πρῶτον Πατέρα Θεὸν, τῆς ἐν τῷ γεννᾷν ἀληθείας ἀποστερεῖσθαι, καὶ μὴ ἐξ αὐτοῦ μηδὲ οὐσιωδῶς προελθόντα τὸν Υἱὸν ὁμολογεῖν, ἀλλ' ἔκφυλόν τινα τῆς πατρῴας οὐσίας καὶ ἐπείσακτον φαντάζεσθαι; Πῶς δ' ἂν ὅλως εἴη καὶ Πατὴρ ὁ μηδὲν γεννήσας, εἴ γε τὸ πατὴρ ὄνομα, τῆς ἐν τῷ δύνασθαι γεννᾷν ἐπιτηδειότητός ἐστι σημαντικὸν, καὶ τὸν γεννήσαντα τῷ γεγεννημένῳ διὰ γεννήσεως ὥσπερ ὠδῖνος εἰς ἑνότητα τῆς οὐσίας συνδεῖ; Ἐπεὶ οὖν ἀληθεύει λέγων ὁ Πατὴρ πρὸς τὸν ἴδιον Υἱόν· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ γεγέννηκεν ὄντως αὐτὸν ἐξ ἑαυτοῦ (τοῦτο γὰρ σημαίνει τὸ, ἐκ γαστρός)· οὐκ ἂν εἴη ποίημα, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ, καὶ Υἱὸς ὡς ἐκ Πατρὸς φυσικῶς. ΑΛΛΟ. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὸς ὄντος Κυρίου τοῦ Θεοῦ καὶ Πατρὸς, πῶς ἔσται Κύριος ὁ Υἱὸς, εἴ γε ποίημα ἢ κτίσμα ἐστί; Πρόδηλον γὰρ ὅτι τὰ πεποιημένα δούλην ἔχει τὴν φύσιν. Πῶς δὲ καὶ πίστεως οὔσης μιᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, εἴ γε κατὰ τήν τινων ἀβουλίαν διακέκοπται τῆς πρὸς τὸν Πατέρα κοινωνίας φυσικῆς; Ἀλλ' ὄντος Κυρίου τοῦ Θεοῦ καὶ Πατρὸς, Κύριός ἐστι καὶ ὁ Υἱὸς, καὶ ὁ πιστεύων εἰς αὐτὸν, εἰς τὸν Πατέρα πιστεύει. Ἐκ Πατρὸς γὰρ δηλονότι καὶ ἐν