152
εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
203.τ ΤΟΙΣ ΠΑΡΑΛΙΩΤΑΙΣ ΕΠΙΣΚΟΠΟΙΣ
203.1 Ἐγένετό μοι πολλὴ ὁρμὴ τῆς συντυχίας ὑμῶν, καὶ ἀεί τι ἐπεγένετο
κώλυμα ἐμποδίζον μου τὴν προθυμίαν. Ἢ γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐνεπόδισέ μοι (ἣν οὐκ ἀγνοεῖτε πάντως ὅση μοι πάρεστιν ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, συντραφεῖσά μοι καὶ παιδεύουσά με κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονο μοῦντος Θεοῦ) ἢ αἱ τῶν Ἐκκλησιῶν ἐπιμέλειαι ἢ οἱ πρὸς τοὺς ἐπανισταμένους τῷ λόγῳ τῆς ἀληθείας ἀγῶνες. ∆ιὸ μέχρι τοῦ παρόντος ἐν θλίψει πολλῇ καὶ λύπῃ διάγω συνειδὼς ὅτι τὸ καθ' ὑμᾶς ἐλλέλειπταί μοι. Ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ Εὐαγγέλιον τῆς βασιλείας, ὅτι· «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις», καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκο νομίαν, τὴν ἑαυτοῦ εἰρήνην ὁ Κύριος κατέλιπεν εἰπών· «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», οὐ δύναμαι πεῖσαι ἐμαυτὸν ὅτι ἄνευ τῆς εἰς ἀλλήλους ἀγάπης καὶ ἄνευ τοῦ εἰς ἐμὲ ἥκοντος εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. Πολὺν μὲν γὰρ ἀνέμεινα χρόνον εἴ ποτε καὶ παρὰ τῆς ὑμε τέρας ἀγάπης γένηταί τις πρὸς ἡμᾶς ἐπίσκεψις. Οὐ γὰρ ἀγνοεῖτε ὅτι δημοσίᾳ προκείμενοι πᾶσιν, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, ἡμεῖς τὸν θυμὸν τῶν αἱρετικῶν κυμάτων ὑποδεχόμεθα, καὶ περὶ ἡμᾶς ῥηγνύμε νοι τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι. Τὸ δὲ ἡμεῖς ὅταν εἴπω, οὐκ εἰς τὴν ἀνθρωπίνην ἀναφέρω δύναμιν, ἀλλ' εἰς τὴν τοῦ Θεοῦ χάριν τοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων τὸ δυνατὸν ἑαυτοῦ δεικνύντος, καθά φησιν ὁ προφήτης ἐκ προσώπου τοῦ Κυρίου λέγων· «Ἢ ἐμὲ οὐ φοβηθήσεσθε τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ;» Τῷ γὰρ ἀσθενεστάτῳ καὶ εὐκαταφρονήτῳ πράγματι, τῇ ψάμμῳ, τὴν μεγάλην καὶ βαρεῖαν θάλασσαν ἐπέδησεν ὁ ∆υνατός. Ἐπεὶ οὖν τοιοῦτόν τι ἐστὶ καὶ τὸ καθ' ἡμᾶς, ἀκόλουθον ἦν παρὰ τῆς ὑμετέρας ἀγάπης καὶ τῶν γνησίων τινὰς ἀπο στέλλεσθαι συνεχῶς εἰς ἐπίσκεψιν ἡμῶν τῶν καταπονου μένων καὶ γράμματα ἀγαπητικὰ φοιτᾶν πρὸς ἡμᾶς, ἐπιτρέψατε, συνεχέστερον, τοῦτο μὲν στηρίζοντα ἡμῶν τὴν προθυμίαν, τοῦτο δὲ καί, εἴ τι σφαλλόμεθα, διορθού μενα. Οὐκ ἀρνούμεθα γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι ἄνθρωποι ὄντες καὶ ἐν σαρκὶ ζῶντες. 203.2 Ἀλλ' ἐπειδὴ τὸν πρὸ τούτου χρόνον ἢ διὰ τὸ μὴ συνιδεῖν τὸ πρέπον παρελίπετε τὰ ὀφειλόμενα ἡμῖν, ἀδελφοὶ τιμιώτατοι, ἢ διὰ τὸ προληφθῆναι παρά τινων εἰς τὰς καθ' ἡμῶν διαβολὰς οὐκ ἐνομίσατε ἡμᾶς ἀξίους εἶναι ἀγαπητικῆς ἐπισκέψεως, ἰδοὺ νῦν καὶ κατάρχομεν τοῦ γράμματος αὐτοὶ καὶ τὰς ἐπιφερομένας ἡμῖν αἰτίας ὁμολο γοῦμεν ἑτοίμως ἔχειν ἐφ' ὑμῶν ἀποδύσασθαι, μόνον ἐὰν καταδέχωνται οἱ ὑβρίζοντες ἡμᾶς ἀντιπρόσωποι ἡμῖν ἐπὶ τῆς ὑμετέρας εὐλαβείας καταστῆναι. Ἐλεγχθέντες μὲν γὰρ καὶ ἡμεῖς τὴν ἁμαρτίαν ἡμῶν ἐπιγνωσόμεθα καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ ἐκ τῆς τῶν ἁμαρτωλῶν ἡμῶν κοινωνίας ἑαυτοὺς ὑποστέλ λοντες καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν ὡς τὴν κεκρυμ μένην ἡμῶν κακίαν δημοσιεύσαντες. Ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε ἡμᾶς, ἡμεῖς μὲν οὐδὲν ἐσόμεθα ἠδικημένοι ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώ τατον κτῆμα τὴν πρὸς ὑμᾶς ἀγάπην, ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθε ἡμᾶς οὐκ ἔχοντες καὶ τῷ Εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι· «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον καὶ γνῷ τί