οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
77.848 σιος Παῦλος· "Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλ αγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γέ νωμαι." Χαίροντες τοίνυν ὡς ἁπάσης ἀρετῆς ἐργά ται, τὴν πάναγνον ἀληθῶς καὶ ἁγίαν προσδεξώμεθα νηστείαν, τὴν ἁπάσης εὐταξίας τροφὸν, τὴν ἁγια σμοῦ μητέρα, καὶ τῆς ἄνωθεν εὐμενείας πρόξενον. Κατήκοντες δὲ τὸ σῶμα ταῖς ἀσιτίαις, προσεπάγωμεν ἀναγκαίως τῆς ἐπιεικείας τοὺς τρόπους. Ἐσόμεθα γὰρ οὕτω τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμε νοι. Φιλεῖ γάρ πως ἀεὶ τοῖς τῆς σωματικῆς ἀσκήσεως πόνοις ἀκολουθεῖν, καὶ τὰ ἐξ ἔργων ἀγαθῶν αὐχή ματα. Τοῦτο τῆς εὐσεβείας τὸν ἀθλητὴν ταῖς παρὰ Θεοῦ στεφανώσει ψήφοις· τοῦτο τῆς ἄνω κλήσεως προξενήσει τὸ βραβεῖον τοῖς ἀνδριζομένοις ἐν ὑπομο νῇ. "Οὐκοῦν, ἕως καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν πρὸς πάντας." δʹ. Ταῦτα διδάξων ἡμᾶς ἐπέφανεν ὁ Μονογενὴς ἐν εἴδει τῷ καθ' ἡμᾶς· ἀλλ' οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· καίτοι τὸ ἐπ' αὐτῷ μυστήριον ὡς ἐν σκιαῖς καὶ τύποις τοῦ νόμου προ αναφήναντος, διακεκραγότων δὲ πολυτρόπως καὶ τῶν ἁγίων προφητῶν. Οὐκοῦν ἀκουσάτωσαν τὴν ἐπ' αὐτῷ νοσήσαντες ἄγνοιαν· "Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐ τοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συν ῆκεν." Ἐδίωκον γὰρ ἐγκαλοῦντές τε καὶ λέγοντες· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας· ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν." Λεγέσθω δὴ οὖν περὶ αὐτῶν, καὶ μάλα εἰ κότως· "Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρ τίας, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ." Καίτοι γὰρ δέον ὁμολογεῖν, ὅτι καὶ Θεός ἐστι, καὶ τῶν ὅλων Κύριος· καὶ μὴν ἐκ τῶν παραδόξως ἀπο τελουμένων τὴν ἄφραστον αὐτοῦ καὶ θεοπρεπῆ δύ ναμιν ἐπιγινώσκοντας, τὸ προφητικὸν ἐκεῖνο λέγειν· "Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ," πεπράχασι μὲν τῶν τοιούτων οὐδὲν, ἐπεφύοντο δὲ πικροὶ καὶ δεινοὶ, ποτὲ μὲν ἐκτόπως διαλοιδορεῖσθαι σπουδάζοντες, "Σαμαρείτην τε καὶ οἰνοπότην," καὶ μὴν καὶ ἐκ πορνείας αὐτὸν γεγε νῆσθαι λέγοντες· ποτὲ δὲ λίθοις τῶν τῆς Ἰουδαίας ὅρων ἐκπέμποντες, καὶ τελευτῶντες ἐσταύρωσαν. Κατέσειον δὲ τὰς κεφαλὰς ἐπ' αὐτῷ, καὶ δὴ καὶ ἔφασκον· "Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ." Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ ἐκείνων ἐγχείρημα, τὸν τῆς ζωῆς ἀπεκτόνασιν ἀρχηγόν. Ἀλλ' οὐκ ἦν δυνατὸν κρατεῖ σθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, καθά φησιν ὁ θεσπέσιος Πέτρος. Καθικόμενος γὰρ ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου μυχοῖς, καὶ "διακηρύξας τοῖς ἐκεῖσε πνεύμασιν, 77.849 ἐξήγαγε μὲν τοὺς πεπεδημένους ἐν ἀνδρείᾳ," καθά φησιν ὁ μακάριος ∆αβίδ· ἀνεβίω δὲ τριήμερος, ζωο ποιήσας ὡς Θεὸς τὸν ἑαυτοῦ ναὸν, "καὶ ἀπαρχὴ γε γονὼς τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νε κρῶν," ἵνα τὴν ἀνθρώπου φύσιν θανάτου καὶ φθο ρᾶς ἀποφήνῃ κρείττονα, καὶ εἰς μακραίωνα μετα στοιχειώσῃ ζωήν. Ἐμφανῆ δὲ καταστήσας ἑαυτὸν τοῖς ἁγίοις ἀποστόλοις, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρα νοῖς Πατέρα καὶ Θεὸν, καὶ κεκάθικεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς· τὸ λοιπὸν ἐκδεχόμενος, "Ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ." Καταβήσεται δὲ κατὰ καιροὺς ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, ἵνα κρίνῃ ζῶντας καὶ νεκρούς. Ταῦτα τοίνυν εἰδότες, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παν τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Ἐπιτελέσω μεν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ, πάντα τρόπον εὐσε βείας ἐπιτηδεύοντες, ὀρθὴν καὶ ἀκαπήλευτον τὴν εἰς αὐτὸν τηροῦντες πίστιν, χήρας ἀνακτώμενοι, ὀρφα νοὺς παραμυθούμενοι· τοὺς ἐν πτωχείᾳ τοῖς ἐνοῦσι κατὰ δύναμιν θεραπεύοντες· συναλγοῦντες τοῖς ἀλ γυνομένοις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώμασι· μνημο νεύοντες τῶν δεσμίων ὡς συνδεδεμένοι. Οὕτω γὰρ, οὕτω νηστεύσομεν καθαρῶς, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ