Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Πατρὶ φυσικῶς ὑπάρχων Υἱὸς, ἔχων τε αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, συνθεολογεῖται καὶ συνδοξάζεται. Καὶ οὕτως εἰς μίαν ἀναβαίνει θεότητα τῶν προσιόντων ἡ πίστις. Πῶς 75.480 οὖν ἐν ποιήμασιν, ὁ πάντα ἔχων κοινὰ πρὸς τὸν Πατέρα, ὡς ἀληθὴς αὐτοῦ τῆς οὐσίας καρπὸς, καὶ οὐ καθάπερ ἡμεῖς θετοὶ πρὸς υἱότητα καὶ ἐγκεκεντρισμένα βλαστήματα; ΑΛΛΟ. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Ὅρα δὴ πάλιν ὅπως Θεὸν οἶδέ τε καὶ ὀνομάζει Χριστόν. Εἰρηκὼς γὰρ δεῖν ἡμᾶς μιμητὰς γενέσθαι Θεοῦ, εὐθὺς παρατίθησιν αὐτὸν, καὶ ὅπως μιμεῖσθαι προσήκει, διδάσκει λέγων· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν. Θεοῦ τοιγαροῦν ὄντος τε φύσει καὶ ὀνομαζομένου Χριστοῦ, καὶ τοῦτο παρὰ τοῦ πεπιστευμένου τὸ Εὐαγγέλιον παρὰ Θεοῦ καὶ Πατρὸς, τίς τῶν ἕτερα λεγόντων ἀνέξεται; Ὁ δὲ φύσει Θεὸς, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; ΑΛΛΟ. Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Ἰδοὺ πάλιν Χριστὸν ὀνομάσας, εὐθὺς αὐτὸν εἰσφέρει καὶ Θεὸν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς ἐν αὐτῷ βασιλεύοντος, αὐτοῦ τε αὖ πάλιν ἐν τῷ Πατρὶ, κατὰ τὸ παρ' αὐτοῦ λεγόμενον ὡς πρὸς τὸν Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ἓν δὲ τῶν πάντων ἡ βασιλεία, κοινὴ μὲν Υἱῷ πρὸς Πατέρα, κοινὴ δὲ Πατρὶ πρὸς Υἱὸν, συμβασιλεύοντος δηλαδὴ τοῦ ἁγίου Πνεύματος· οὕτω γὰρ ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς, εἰς τὴν μίαν τῆς θεότητος ἀναφέρεται φύσιν. Πῶς οὖν ποίημα ὁ βασιλεύων ἐν Πατρὶ καὶ μετὰ Πατρὸς Θεὸς Λόγος; ΑΛΛΟ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. ∆ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Καὶ τίνες ἂν εἶεν οἱ τῆς ἀπειθείας υἱοὶ, εἰ μὴ πάντως οἱ διὰ τοῦ πλημμελεῖν τῶν τοῦ Σωτῆρος ἀποσκιρτήσαντες νόμων; Εἰ δὲ τούτοις ἐπάγων τὴν ὀργὴν, αὐτός ἐστιν ὁ Σωτὴρ διὰ τοῦ λέγειν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον· καὶ Θεὸν αὐτὸν ὁ μακάριος Παῦλος οἶδέ τε ὄντα, καὶ εἰσφέρει διὰ τούτων· τίς τῶν ποίημα λεγόντων ἀνέξεται; ΑΛΛΟ. ∆ιὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Εἰ Κυρίου τὸ δύνασθαι φωτίζειν, ἔργον ἐστὶ φωτός· φωτίζει δὲ ὁ Χριστός· φῶς ἄρα ἐστὶ, καὶ φῶς ἀληθινόν. Ἡ γὰρ σκοτεία αὐτὸν οὐ κατέλαβε. Φῶς δὲ καὶ ὁ Πατὴρ ἀληθινὸν, φῶς ἄρα ἐκ τοῦ φωτὸς ὁ Υἱὸς, καὶ Θεὸς ἐκ Θεοῦ. Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Τὸ ἐκ μετοχῆς ἑτέρου τὸ δύνασθαι φωτίζειν ἐσχη 75.481 κὸς, ἐπίκτητον ἔχει τὴν χάριν, καὶ οὐκ ἂν αὐτὸ κυρίως ὀνομάζοιτο φῶς. Ὁ δὲ Υἱὸς οὐχ οὕτως· Ἐγὼ γάρ εἰμι, φησὶ, τὸ φῶς. Ἀληθινὸν ἄρα φῶς ὥσπερ καὶ ὁ Πατήρ. Τὸ δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ φύσιν ἀπαραλλάκτως ἔχον, πῶς ἂν εἴη κτίσμα ἢ ποίημα; Ὥρα γὰρ ἤδη καὶ αὐτὸν τὸν Πατέρα τοῦτο καλεῖν, ὅπερ ἐστὶν ἀτοπώτατον, καὶ ἄμετρον ἔχον τὴν δυσφημίαν. ΑΛΛΟ. Οἱ ἄνδρες, γαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Εἰ μηδὲν τῶν προσόντων τῇ θείᾳ φύσει πλεονεκτημάτων ἐν οὐδενὶ τῶν γενητῶν εὑρίσκεται φυσικῶς τε καὶ κυρίως ὑπάρχον, ἐνεσπαρμένον δὲ μᾶλλον καὶ ἐντεθειμένον παρὰ τοῦ πεποιηκότος αὐτὰ, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Παῦλος τοιοῦτόν τινα κατὰ πάντων ὅρον τιθεὶς ἀληθέστατον· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; λέγει· πρόδηλον ὅτι καὶ ἡ ἁγιότης ἐν μόνῳ κεῖται Θεῷ, ἐν δὲ τοῖς ἄλλοις οὐκ ἔτι. Ἁγιάζεται γὰρ μᾶλλον παρὰ τοῦ ἁγίου Θεοῦ, καθάπερ ἀπὸ πηγῆς δεχόμενα τὸν ἁγιασμόν. Αὐτὰ δὲ ἁγιάζειν οὐ δύναται. Οὐκοῦν εἰ μηδενὸς τῶν πεποιημένων ἁγιάζειν ἰσχύοντος, τοῦτο ποιῶν εὑρίσκεται Χριστὸς, ἕτερος ἔσται κατὰ φύσιν ὡς πρὸς αὐτά. Ὁ δὲ τὸ εἶναι ποίημα διαφυγὼν, καὶ τὰ τῆς θείας φύσεως ἔχων ἀγαθὰ, πῶς οὐκ ἂν εἴη φύσει Θεός; Ἐκ τῆς πρὸς Φιλιππησίους. Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἄμωμα. Εἰ, καθάπερ αὐτός πού φησιν ὁ