Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
μακάριος Παῦλος, Χριστός ἐστιν ὁ λέγων περὶ ἡμῶν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· αὐτοῦ δηλονότι τέκνα ἐσμὲν διὰ προσοχῆς ἀμώμητα. Θεὸς οὖν ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα; ΑΛΛΟ. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.-Κάθου ἐκ δεξιῶν μου, φησί που πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἀλλ' ἰδοὺ καὶ Παῦλος ἐπιμαρτυρεῖ τὸ δύνασθαι τῷ Υἱῷ καὶ ὑποτάττειν ἑαυτῷ τὰ πάντα, καὶ τοῦτο ῥᾳδίως ἐπιτελέσειν, ὅπερ ἐν μόνῃ κεῖται τῇ τοῦ Πατρὸς ἰσχύϊ. Ἐπειδὴ δὲ ἁπλοῦς ὁ Θεὸς, οὐχ ἕτερόν τι παρ' αὐτὸν ἡ ἰσχὺς ἡ ἐν αὐτῷ, ἀλλ' αὐτὸς δηλονότι ὁ Υἱὸς, μίαν ἔχων ὡς πρὸς αὐτὸν τὴν οὐσίαν, καὶ τῇ ταυτότητι τῆς φύσεως ὥσπερ ἐνυπάρχων πρὸς τὸν γεννήσαντα, εἰ καὶ Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐξέλαμψεν ἐκ φωτὸς, Υἱὸς καὶ οὐ Πατὴρ νοούμενος. Εἰ τοίνυν πᾶσα ἐνέργεια καὶ δύναμις τοῦ 75.484 Πατρὸς δι' ἧς τὰ πάντα ἐργάζεται, πῶς ἂν εἴη φύσεως τῆς γενητῆς; Οὐκοῦν οὐ ποίημα ὁ Υἱὸς κατά τινων ἀβουλίαν. ΑΛΛΟ, τοῦ αὐτοῦ συλλογιστικῶς. Εἰ πᾶν τὸ ὡς ἐν ὑποστάσει πεποιημένον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη, Χριστὸς δὲ σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τῶν γενητῶν ἐστι φύσεως κατά τινας, ἀνάγκη συνομολογεῖν ἄσοφον μέν ποτε καὶ ἀδύνατον εἶναι τὸν Θεὸν, ὕστερον δέ πως γενέσθαι τοῦτο, πρὸς τὸ εἶναί ποτε κληθέντος τοῦ Υἱοῦ. Τοιαύτη γὰρ τῶν γενητῶν ἡ φύσις. Ἀλλ' ὁμοῦ δύσφημον τε καὶ ἀμαθὲς, τὸ τοιαύτην ἔχειν περὶ Θεοῦ τὴν δόξαν. ∆ύσφημον μὲν, οὐ γὰρ ἦν ἄσοφός ποτε καὶ ἰσχύος ἔρημος ὁ Πατήρ· ἀμαθὲς δὲ πάλιν διὰ τοῦτο. Εἰ γὰρ καὶ πεποίηται κατ' ἐκείνους ὁ Υἱὸς, πεποίηται δηλονότι παρὰ Πατρός. Ἀλλ' οὐκ ἂν ἰσχύος τε ὁμοῦ καὶ σοφίας ἔρημος ὢν ὁ Πατὴρ, πρὸς τὸ εἶναι παρήγαγεν τὸν τοσοῦτον Υἱὸν, ὡς καὶ εἰκόνα καὶ χαρακτῆρα καλεῖσθαι τῆς ὑποστάσεως αὐτοῦ. Πῶς γὰρ ἂν γένοιτο μὴ ἐν ἰσχύει καὶ σοφίᾳ ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν Υἱὸς, ὅπου καὶ τὴν τοσοῦτον αὐτοῦ μείονα κτίσιν ἐν σοφίᾳ πεποιῆσθαί φησιν ἡ θεία Γραφὴ, καὶ ἐν δυνάμει Θεοῦ; Καὶ εἰ τῷ μικρῷ σοφίαν ἐδέησε τῆς τοῦ ποιοῦντος πρὸς τὸ γενέσθαι καλῶς, πῶς οὐ πολλῷ μᾶλλον τῷ μείζονι; Ἀλλὰ πολὺ μᾶλλον ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία. Ἦν δὲ ἀεὶ σοφός τε καὶ δυνατὸς ὁ Πατὴρ, οὐκ ἄρα τῶν γενητῶν ἐστιν ὁ Υἱὸς, ὁ τῷ Πατρὶ συναΐδιος, ὡς σοφία καὶ δύναμις ὑπάρχων αὐτοῦ. ΑΛΛΟ. Ὁ Κύριος, φησὶν, ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ὅρα δὴ πάλιν, ὅπως ἡμῖν καὶ διὰ τούτου Θεὸς ὑπάρχων ἀληθινὸς ὁ Υἱὸς ἀναδείκνυται. Παύλου γὰρ ἡμῖν ἐγγὺς εἶναι φάσκοντος τὸν Χριστὸν ὡς Κύριον, αὐτὸς δι' ἑνός φησι τῶν προφητῶν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Αὐτοῦ τοιγαροῦν τοῦ Υἱοῦ Θεὸν ἑαυτὸν εἰδότος τε καὶ ἀποκαλοῦντος, ὡς ἠκούσαμεν, πῶς ἄν τις εἴ τῳ ποίημα δοκείη λέγειν αὐτὸν, οὕτως ἔχων ὀφθήσεται, καὶ οὐχ ἁμαρτήσει; ΑΛΛΟ. Ἀλλ' ἐν παντὶ, τῇ προσευχῇ καὶ τῇ δεήσει, μετ' εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. ∆ιαλεγόμενός πού φησιν ὁ Σωτὴρ πρὸς τοὺς οἰκείους μαθητάς· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ὅτε τοίνυν ἑαυτοῦ μὲν εἶναί φησιν τὴν εἰρήνην, Παῦλος δὲ αὐτὴν τοῦ Θεοῦ λέγει, Θεὸν ὄντα τὸν Υἱὸν δηλονότι ἐπίσταται, τὸν τῆς εἰρήνης τοῖς ἁγίοις χορηγόν· πρὸς ὃν καὶ ὁ μακάριος Ἡσαΐας προφητικῷ κινούμενος πνεύματι, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν πεπιστευκότων φησί· Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην 75.485 δὸς ἡμῖν· Πάντα γὰρ ἀπέδωκας ἡμῖν. Οὐκοῦν εἰ Θεὸν ὁ Παῦλος οἶδέ τε ὄντα καὶ ὁμολογεῖ τὸν Υἱὸν, οἰχέσθω μακρὰν τῶν ἕτερα δοξαζόντων ὁ λῆρος. ΑΛΛΟ. Τὸ λοιπὸν ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε καὶ παρελάβετε, καὶ ὁ Θεὸς τῆς