154
ἑαυτοῖς τὴν λύπην στέγομεν αἰσχυνόμενοι τοῖς πόρρωθεν ἡμῶν κοινωνικοῖς τὴν πρὸς ἡμᾶς ἀλλοτρίωσιν ὑμῶν διαγγεῖλαι, ἵνα μὴ κἀκείνους θλίψωμεν καὶ χαρὰν τοῖς μισοῦσιν ἡμᾶς ἐμποιή σωμεν. Ταῦτα μόνος ἐπέστειλα νῦν, γνώμῃ δὲ τῶν ἐν Καππαδοκίᾳ πάντων ἀδελφῶν ἔγραψα, οἳ καὶ παρεκάλεσάν με μὴ τῷ τυχόντι χρήσασθαι διακόνῳ τοῦ γράμματος, ἀλλ' ἀνδρὶ ὃς δυνήσεται διὰ τῆς ἐπιστολῆς ὅσα παρήκαμεν, φοβούμενοι μὴ εἰς πολλὴν ἀμετρίαν τὸν λόγον ἐκβάλωμεν, ταῦτα διὰ τῆς ἑαυτοῦ συνέσεως ἣν ἔχει ἐκ τῆς χάριτος τοῦ Θεοῦ ἀναπληρῶσαι. Λέγομεν δὲ τὸν ποθεινότατον ἡμῖν καὶ εὐλαβέστατον ἀδελφὸν Πέτρον τὸν συμπρεσβύ τερον, ὃν καὶ δέξασθε ἐν ἀγάπῃ καὶ προπέμψατε πρὸς ἡμᾶς εἰρηνικῶς, ἵνα γένηται ἡμῖν ἀγαθῶν ἄγγελος.
204.τ ΤΟΙΣ ΝΕΟΚΑΙΣΑΡΕΥΣΙΝ
204.1 Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι
ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. Καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; Ὃ περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί, ἀλλὰ τὸ ἐναντίον πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς· ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου, τῆς ἐντολῆς τοῦ Κυρίου διαρ ρήδην εἰπόντος ὅτι «Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους», καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησίν· «Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου κἂν παραδῷ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι», οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθ' ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ. 204.2 ∆εύτερον δὲ ὅτι, εἴ τι μέγα συμβάλλεται πρὸς συνά φειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τε εἰσὶ καὶ ἡμῖν διδάσκαλοί τε τῶν μυστηρίων τοῦ Θεοῦ καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρ' ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπ' ἄλλῳ, ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατ' οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. Εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειό τητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ δίκαια. Τίνος οὖν ἕνεκεν, ὦ σεμνο τάτη πόλεων (δι' ὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαι), οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλ' ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; Ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳ περ ἂν μᾶλλον ἴδω τὸ σπου δαζόμενον αὐτοῖς κατορθούμενον, ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον· ὃς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. Πλὴν ἀλλ' ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρ ρησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες πάντα ἀνεξετάστως ταῖς ψυχαῖς