οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
θρώπων, "Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, ἀλλ' αὑτὸς ἐκένωσε μορφὴν δούλου λαβὼν," καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀνεδέξατο, ἵνα πάντας σώσας δι' ἑαυτοῦ καθαροὺς ῥύπου καὶ μολυσμοῦ προσαγάγῃ τῷ Θεῷ καὶ Πατρὶ, κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς χωρὶς μόνης ἁμαρτίας. ∆ιὸ καὶ πείνην ἀνέχεται καὶ νηστεύει κατὰ καιρὸν, ἵνα ὑπο γραμμὸς ἡμῖν τῆς ἀναμαρτήτου ζωῆς καὶ ἀρχὴ σωτηρίας εὑρεθῇ. Οὐκοῦν καὶ ἐν ἡμῖν αὐτοῖς προ εδρευέτω τῆς ἁγίας πανηγύρεως ἡ νηστεία, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινίας καὶ ἀληθείας. Ὅταν γὰρ ἑαυτοὺς ἀμώμους καὶ ἀσπίλους τηρήσωμεν, καὶ τὴν ἀρέσκουσαν Θεῷ πολιτείαν πανάγνως ἀσκήσωμεν, ὡς 77.853 γνήσιοι δοῦλοι προσφόρως ἀκουσόμεθα· "Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." Οὐ γὰρ ἀνόνητος ἔσται τοῖς ἐλπίζουσιν εἰς αὐτὸν ὁ τῆς νηστείας καρπὸς, οὐδὲ τὴν ἐπάρατον ἐκείνην καὶ Ἰουδαίοις πρέπουσαν ἀκούσονται πώ ποτε φωνήν· "Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος." Ἐπαιτιᾶται γὰρ ἐκείνους, καὶ μάλα δικαίως, διὰ φωνῆς Ἡσαΐου, καί φησι, "Νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. Ἵνα τί μοι νη στεύετε;" Χρεία τοιγαροῦν τοῦ παγκάλου βίου, σύν δρομον ἔχοντος τῇ νηστείᾳ τὸ φαιδρὸν καὶ ἀλώβητον κάλλος, τὸ λαμπρὸν τῆς ἀφθαρσίας ἐφόδιον, τὸ ἀξι έραστον τῆς τῶν οὐρανῶν βασιλείας ἐνέχυρον, τὸ τῆς αἰωνίου ζωῆς ἀσφαλὲς καὶ ἀκαταγώνιστον ἔρεισμα. ∆ιὸ δὴ καὶ πρέπον ἡμᾶς "Καθάραντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ." Οὕτω γὰρ εὐθαρσεῖς τε καὶ ἀκλόνητοι παραστησόμεθα τῷ βήματι τοῦ Χρι στοῦ, λαμπροῖς ἱματίοις ἠμφιεσμένοι, καὶ βοῶντες παῤῥησιαστικώτερον, "Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ." γʹ. Ὅπερ οὐκ ἠθέλησε τὸ τῶν Ἰουδαίων στίφος ὁμολογεῖν, ἤκουσε πάλιν Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου· "Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι! Ἐγκατ ελίπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας;" Οὔτε γὰρ τὰ παράδοξα τῶν ἐπιτελουμένων ἔργων παρ' αὐτοῦ τοῦ Σωτῆρος καταπλαττόμενοι, οὔτε τὰς θεοσημίας, ἃς ἐνείργει τῇ οἰκείᾳ δυνάμει θαυμάζον τες, ἐκ τῶν ἐναντίων αὐτοῦ κατεθρασύνοντο, λέγον τες, "Ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλ λει τὰ δαιμόνια." Ὢ μανίας θεομισοῦς, καὶ ἀφάτου τῆς δυσσεβείας! "Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει δια πορεύονται, καὶ πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου αὐ τῶν." Εἰ μὴ νοεῖς τὰ περὶ αὐτοῦ γεγραμμένα, μηδὲ τῶν ἁγίων μαθητῶν ἐπινοεῖς τὸ μήνυμα, τί κομπάζεις, φύ λαξ εἶναι τῶν νομίμων παραγγελμάτων φανταζόμενος; Πότε πληρούμενον εἶδες τὸ πάλαι προειρημένον; "Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκού σονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων." Οὐκ ἐπὶ τῇ τοῦ Ἐμ μανουὴλ παρουσίᾳ ἐλπίζειν ἀεὶ θέλεις, καὶ προσδο κᾷν ἅπερ ἐπιτελεσθέντα τεθέασαι; Οὐδέν σε τῶν ἐνεργηθέντων εἰς πληροφορίαν ἄγει τοῦ θαύματος, ἀλλὰ κρύπτειν θέλεις τὰ πᾶσι διεγνωσμένα; Μύεις τοὺς ὀφθαλμοὺς, καὶ τὰς ἀκοὰς κεκλεισμένας φυλάτ τεις ταῖς Χριστοῦ θαυματουργίαις; Ἔχεις τοίνυν ἀξίαν τῶν σαυτοῦ πλημμελημάτων ἀντίδοσιν. Οὐκ ἔτι γὰρ παρὰ σοὶ τὰ σύμβολα τῆς εὐσεβείας, οὐ πό λις, οὐχ ἑορτῆς θυσία, πανταχοῦ δὲ τῆς οἰκουμένης διεσπάρης ῥεμβόμενος. Ἀκούσῃ δὲ καὶ παρά τινος ὀνειδίζοντος τῶν ὀρθὰ φρονεῖν ᾑρημένων ἐκεῖνο τὸ τῷ Βαροὺχ προηγγελμένον· "Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης ἐν γῇ ἀλλο 77.856 τρίᾳ, συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας." Οὐχ ἕξεις οὖν ὅπως ἀπολογήσῃ πρὸς τὰ ἐγκλήματα. Ἀργεῖ σοι πᾶς λόγος εὐθὺς, αὐτὴν τὴν ἀλήθειαν μηχανώμενος σοφίζεσθαι. Ἀκούσῃ τοιγαροῦν προσ φόρως παρὰ τοῦ πάντων ἐσομένου κριτοῦ· "Πορεύε σθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξ εκαύσατε." Σταυρῷ