1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

155

παρα δέχεσθε, καὶ οὐδεὶς ὁ τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. Τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζό μενος; Τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκο φαντουμένου; Ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν ὁ μὲν λοίδορος διατείνηται ἦ μὴν οὕτως ἔχειν, ὁ δὲ λοιδορούμενος μήτε παρῇ μήτε ἐπακούῃ τῶν βλασφημιῶν; Οὐδὲ αὐτὴ ἡ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλ' ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵν' οὕτως ἐκ τῆς παρα θέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἡ ἀλήθεια; «Κρίμα δίκαιον κρίνατε» πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν. 204.3 Καὶ ταῦτα λέγω οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικασ τηρίου ἐταμιεύετο, ἐν οἷς φησίν· «Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας». Ἀλλ' ὅμως, ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοὰς καὶ διαβέβληται μὲν ἡμῶν ὁ βίος, διαβέ βληται δὲ ἡ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ καὶ αὐτὸς ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρ' ὑμῖν ὑπολήψεως (πῶς γὰρ ὅς γε, ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;), ἀλλ' ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις ὁ τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ. Ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε, καὶ ὁ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δὲ ἀλλοτριοῖ τοῦ Κυρίου, διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. Ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἢ ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. Τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθεὶς τὴν ἀλήθειαν; 204.4 Τί οὖν φημί, ἀδελφοί; Οὐχ ὅτι ἀναμάρτητός τις ἐγὼ οὔθ' ὅτι ὁ βίος ὁ ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττω μάτων. Οἶδα γὰρ ἐμαυτὸν καὶ οὐ διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημάτων, εἴ πως δυνηθείην ἐξιλά σασθαί μου τὸν Θεὸν καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν. Ἀλλ' ὅτι ὁ τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμόν, καρφολογείτω ἡμῶν τὸ ὄμμα. Ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὑγιαινόντων ἐπιμελείας. Εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ ὅσῳ περ ἂν μᾶλλον ᾖ καθαρός (διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην), μετ' ἐμοῦ ζητείτω τὸν ἰατρὸν καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ ὁ Κύριος ὃς ἀποκαλύψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε» καὶ «Μὴ κατα δικάζετε, ἵνα μὴ καταδικασθῆτε». Ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστὶ τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν Ἐκκλησιῶν λέγοντι· «Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον»; Εἰ δὲ ἀνίατος ἡμῶν ἡ ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παρ' ἡμῶν βλάβης τὰς Ἐκκλησίας; Μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπ' ὀδόντα λαλου μένης καθ' ἡμῶν λοιδορίας. Τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε κἂν τῶν ἀγοραίων τις μεθ' ὑπερβολῆς ἐπιδείξαιτο, οἷς ἡ γλῶσσα πρὸς πᾶσαν ἠκό νηται λοιδορίαν. Ἀλλ' εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. Ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. Λεγέτω μετὰ παρρησίας ὁ βουλόμενος, ἵνα ἔλεγχος ᾖ τὸ γινόμενον καὶ μὴ λοιδορία. Ὑπ' ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν.