οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
παραδέδωκας τὸν τῆς δόξης Κύριον καὶ πάντων δημιουργόν· ᾠήθης θανάτῳ κάτοχον δύνασθαι ποιεῖν τὴν ζωήν· οὐκ ἔγνως οὐδὲ συνῆκας πραγματευομένην αὐτὴν τῇ ἀνθρωπείᾳ φύσει τὴν ἀφθαρσίαν. Καί τοί γε αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατελθὼν εἰς ᾅδου, καὶ τοῦ τον σκυλεύσας, προστάξας κηρύγματι ∆εσποτικῷ τοῖς ἐν δεσμοῖς, "Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε," ἀνεβίω τριήμερος, καὶ μετὰ τὴν ἐκ νε κρῶν ἄνοδον, χαίρων ἐπὶ τῷ κατορθώματι, τοῖς οἰ κείοις ἔφασκε μαθηταῖς, "Πορευθέντες μαθητεύ σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." δʹ. Τοιούτους τοιγαροῦν διδασκάλους κερδάναντες, πείθεσθαι τούτοις καὶ ὑπείκειν προελώμεθα, παρ' ὦν δεδιδαγμένοι τὰ ἀληθῆ, ἔχοντές τε πρὸς τελείαν διδασκαλίαν καὶ παίδευσιν τὰς θείας Γραφὰς, ἀνα βοῶμεν τῷ Σωτῆρι ἡμῶν καὶ Λυτρωτῇ τὸ παρὰ τοῦ μακαρίου Μωσέως εἰρημένον· "Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις;" Καὶ πάλιν· "Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;" Μηδεὶς οὖν ὑμᾶς πειθέτω πλάνος, τῆς ὀρθῆς ἀποκλῖναι πίστεως. Ὁδῷ βασι λικῇ πορευώμεθα, μὴ ἐκκλίνοντες δεξιὰ, μηδὲ ἀρι στερά· ἁπλῆν καὶ ἀκαπήλευτον τὴν ὀρθὴν πίστιν τηρήσωμεν, μὴ λογομαχίας αἱρετικῆς ἀφορμὴν, ἀλλ' εὐσεβείας ἀληθοῦς πίστιν ἐπιγινώσκοντες. Ὁμο λογῶμεν ὁμοούσιον τὴν Τριάδα Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Τοῦτο γὰρ ἄνωθεν ἡμῖν αἱ θεῖαι παραδεδώκασι Γραφαί. Ἐπιγινώσκωμεν τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα καὶ τεχθέντα Κύριον διὰ τῆς μακα ρίας Παρθένου Θεοτόκου Μαρίας. Λέγωμεν αὐτῷ, κατὰ τὸ γεγραμμένον, "Ὁ Κύριός μου καὶ ὁ Θεός μου." Οὕτω τὸν ἑαυτῶν διακοσμοῦντες βίον, καὶ δι' ὀρθῆς καὶ σεμνῆς πολιτείας τὴν τῶν παλαιῶν ἁμαρ τημάτων διασμηξάμενοι κηλῖδα, καθαροὶ καὶ ἄσπι λοι, καὶ μώμου παντὸς ἀπηλλαγμένοι, φανησώμεθα σπλάγχνα μὲν πατέρων περὶ τοὺς ὀρφανίαν νοσοῦν τας κτώμενοι, χήραις δὲ τὴν πρέπουσαν ἁγίοις συμπάθειαν χαριζόμενοι, καὶ συλλήβδην εἰπεῖν, τὸν πλησίον ἀγαπῶντες, καὶ πᾶσαν ἀδικίαν τῆς οἰκείας ψυχῆς ἐξορίζοντες, πτωχοὺς ἀστέγους εἰς τὸν οἶκον εἰσάγοντες· ἵνα καὶ τὰ δεδωρημένα παρὰ Θεοῦ πρὸς οἰκονομίαν ἡμῶν κοινὰ τοῖς πένησι λογισάμενοι, καὶ γυμνοὺς περιβάλλοντες, καὶ ἁπαξαπλῶς πᾶσαν ἀρέ σκειαν τὴν εἰς Θεὸν περιζωσάμενοι, δυνηθῶμεν κερ 77.857 δᾶναι τῶν προσδοκωμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ ἑβδό μης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομά δος τοῦ σωτηριώδους Πάσχα ἀπὸ τετάρτης καὶ εἰκά δος τοῦ Φαμενὼθ μηνός· περιλύοντες μὲν τὰς νη στείας ἀπὸ τῆς ἐννεακαιεικάδος τοῦ αὐτοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν κήρυγμα, ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ τρια κάδι τοῦ αὐτοῦ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰη σοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΚΒʹ. Πρόλογος.
Οὐ φιλοτιμίας ἡμῖν τῆς ἐν λόγοις ἐπίδειξις γέγονε τὸ λογίδιον, ἤγουν ἡ
ἐπιστολὴ, ἀλλ' ἐκ συνηθείας τῆς ἄνωθεν εἰς τοῦτο πάλιν κεκλήμεθα. Καὶ γὰρ ἦν ἀκό λουθον τῆς ἁγίας ἡμῶν ὅσον οὐδέπω παρεσομένης ἑορτῆς, τὸ περὶ αὐτῆς προαναλάμψαι κήρυγμα. Οὐκ οῦν οἱ μὲν ἀληθῶς ἐλλόγιμοι καὶ τεχνῖται τὰς εἰς εὐέπειαν, εἰ τῆς ἐνούσης αὐτοῖς εὐστομίας ποιοῖντο τὴν ἔνδειξιν, τοῖς παρὰ τῶν ἀκροωμένων ἐντρυφά τωσαν κρότοις. Ἡμεῖς δὲ τέως ὑμῖν τὰ ἐκ τῆς θεο πνεύστου