Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Εἰ ἐν Θεῷ πάντες καὶ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, πῶς οὐκ ἔσται Θεὸς ὁ Υἱὸς ἡ πάντων ζωή; Εἰ γὰρ μόνῳ τὸ δύνασθαι ζωογονεῖν πρόσεστι κατὰ φύσιν Θεῷ, τῶν πεποιημένων οὐδὲν ζωὴ κυρίως τε καὶ ἀληθῶς κληθήσεται, ζωῆς δὲ μᾶλλον τῆς τοῦ χορηγοῦντος μέτοχον. Εἰ δὲ ἐν Χριστῷ τὸ ἐψευσμένον οὐδὲν (ἀλήθεια γὰρ), ζωὴ κατὰ φύσιν ἄρα ἐστίν· εἰ δὲ τοῦτο, καὶ Θεός. ΑΛΛΟ. Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν 75.489 παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Εἰς Χριστὸν ἀναμορφούμεθα διὰ τῆς πίστεως. Τοῦτο γὰρ ἡμᾶς ὁ Παῦλος διδάσκει λέγων· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Καὶ πάλιν· Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ· οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ὅτε τοίνυν τὴν αὐτοῦ λαβόντες ὁμοίωσιν, κατ' εἰκόνα τοῦ κτίσαντος ἀναδεικνύμεθα· κτίζει δὲ τὸν ἄνθρωπον ὁ Θεὸς, κατὰ τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· Θεὸς ἄρα ὁ Χριστὸς, καὶ κτίστης μᾶλλον, οὐ κτίσμα, ποιητὴς καὶ οὐχὶ ποίημα. Ἐκ τῆς πρὸς Θεσσαλονικεῖς αʹ. Ἀφ' ὑμῶν γὰρ, φησὶ, ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν. Εἰ οἱ Χριστῷ πιστεύοντες, οὐχ ἑτέρῳ τινὶ τῶν ὄντων, ἀλλ' αὐτῷ πιστεύουσι τῷ Θεῷ, πῶς οὐκ ἔσται Θεὸς ὁ Χριστός; Ἐπειδὴ δὲ τοῦτο, οὐκ ἔσται ποίημα. ΑΛΛΟ. Ὥσπερ τινῶν διαλεγόμενος, Αὐτοὶ, φησὶ, περὶ ἡμῶν ἐπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἀπεστρέψατε ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Εἰ τὴν ἀρχαίαν διαφυγόντες πλάνην οἱ ἐξ ἐθνῶν διὰ τοῦ πιστεύειν εἰς Χριστὸν, ἐπιστρέφουσι πρὸς Θεὸν, καὶ εἰ Χριστῷ δουλεύοντα διὰ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φυλακῆς δουλεύειν Θεῷ τῷ ἀληθινῷ, πῶς οὐκ ἔστι κατὰ φύσιν Θεὸς ὁ Υἱός; Τοῦτο γάρ ἐστι τὸ ἀληθινόν. Ὁ δὲ φύσει Θεὸς, πῶς ἔσται καὶ ποίημα; ΑΛΛΟ. Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν· ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι. Ἰδοὺ πάλιν, ἀναφανδὸν Θεὸν ὀνομάζει Χριστόν· αὐτοῦ γὰρ τὸ Εὐαγγέλιον. ΑΛΛΟ, τούτῳ ὅμοιον. Ἀλλ' ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν· ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Καὶ πάλιν εὐθὺς ἐφεξῆς· Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. ΑΛΛΟ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν 75.492 τοῖς πιστεύουσιν. Εἰ τοῖς μακαρίοις ἀποστόλοις ὁ λόγος περὶ τῆς εἰς Χριστὸν γέγονε πίστεως, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Παύλου· Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον, εἶτα λόγον Θεοῦ τὸ περὶ αὐτοῦ καλοῦσι κήρυγμα· τίς ἄρα οὕτως θρασὺς ὡς τολμῆσαι ποίημα λέγειν τὸν διὰ γλώττης ἀποστολικῆς Θεὸν ὀνομαζόμενον, καὶ ῥιψοκινδύνως τοῖς διὰ Πνεύματος λαλοῦσιν ἀντιφωνεῖν; Ἐκ τῆς πρὸς Θεσσαλονικεῖς βʹ. Πιστὸς δέ ἐστιν ὁ Κύριος ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Εἰ πιστός ἐστιν ὁ Σωτὴρ ὅτι πιστοὺς ἀπεργάζεται τοὺς προσιόντας αὐτῷ, στηρίζων διὰ τῆς πίστεως, ἔσται δηλονότι καὶ φύσει Θεὸς, ὅτι θεοὺς ἀποτελεῖ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Πιστοῦ μὲν γὰρ τὸ πιστοποιεῖν, Θεοῦ δὲ πάλιν τὸ θεοποιεῖν· ὥσπερ ἀμέλει καὶ τοῦ φωτὸς τὸ φωτίζειν ἔργον ἐστίν. Ἐκ τῆς πρὸς Ἑβραίους. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησε ἡμῖν ἐν Υἱῷ, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας.