Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Κρείττονα τῆς διὰ Μωσέως ∆ιαθήκης καὶ τῶν προφητικῶν κηρυγμάτων τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. Κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκηρύχθαι τὸν λόγον διισχυρίσατο· ἐπ' ἐσχάτων δὲ τῶν καιρῶν δι' Υἱοῦ, τοῦ τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ, Τάδε λέγει Κύριος, ἀναφωνεῖν, τὸν δὲ τὸ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱόν· Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, καὶ ἑξῆς. Πῶς οὖν ἐν κτίσμασιν ὁ κατὰ φύσιν Θεὸς, ἣ πῶς ἐν δούλοις ὁ πάντων ∆εσπότης τετάξεται; Καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερός ἐστι παρὰ πάντα, ὧν καὶ ἔστι κληρονόμος. Καὶ εἰ δι' αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἂν εἴη τῶν γενητῶν ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐπείπερ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ' ἐν χρόνῳ πεποίηται. Μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ, τὸ ἀχρόνως εἶναι μετὰ Πατρός. ΑΛΛΟ. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη; Ἐνταῦθα σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς, ὅσην ἔχει τὴν ὑπεροχὴν τὰ εὐαγγελικὰ κηρύγματα ὡς πρὸς τὰς διὰ τοῦ νόμου σκιὰς, ἀποδεικνύειν πειρᾶται. Εἰ γὰρ τοῖς δι' ἀγγέλων, φησὶ, διατεταγμένοις προσῆν οὕτως τὸ ἀξιόπιστον ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπω 75.493 τάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσοῦτον μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος ὁ τὰ δι' Υἱοῦ παραβαίνων φανεῖται, ὅσον περ ἂν εἴη τῆς εἰς ἀγγέλους τιμῆς ἀξιολογώτερος ὁ Υἱός; Εἰ δὲ χρὴ καὶ τὸ ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα· ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὢν καὶ συμβασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν ἀγγέλων διακονούμενος, κατὰ τὸ ἐν τοῖς Εὐαγγελίοις· Καὶ ἰδοὺ ἄγγελοι προσῆλθον, καὶ διηκόνουν αὐτῷ· πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων, ἐν τοῖς τοσοῦτον ὑποβεβηκόσιν, ὡς ὁ Μονογενὴς εὑρεθήσεται; Πῶς δὲ ὁ Πατρὶ συγκαθήμενος, ἐν τοῖς παρεστηκόσι, καὶ ἐν τοῖς διακονοῦσιν ὁ διακονούμενος, ἢ ἐν τοῖς βασιλευομένοις ὁ βασιλικὸν ἀξίωμα περικείμενος; ΑΛΛΟ. Εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ ψαλμῷ, λέγει· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Εἶτα τούτοις συνάπτει· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Ἆρ' οὖν οὐχὶ βασιλέα καὶ Κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ᾧ τὰ πάντα ὑποτέτακται; Πῶς οὖν οὐ Θεός; Πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα, καὶ τοσοῦτον τῶν γενητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι, καὶ τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ τοὺς πόδας; ὡς καὶ αὐτός πού φησι δι' ἑνὸς τῶν ἁγίων προφητῶν· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ΑΛΛΟ. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ οὗτος δόξης παρὰ Μωσῆν ἠξίωται, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν, Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ πάντα κατασκευάσας, Θεός. Οὐκ ἐν ἴσῳ μέτρῳ τὸν ποιηθέντα τῷ πεποιηκότι τιμᾶσθαι δεῖν ἐκδιδάσκων, δῆλος ἂν εἴη δήπουθεν οὐκ ἐπιτρέπων ἐν ποιήμασι κατατάττεσθαι τὸν Υἱόν· Πλείονα γὰρ, φησὶ, τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Καὶ τίς ὁ τότε τὸ σύμπαν τεχνησάμενος, λεγέτω πάλιν αὐτὸς περὶ τοῦ Υἱοῦ, ὅτι ∆ι' αὐτοῦ ἐκτίσθη τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε