157
λαλοῦντας εὐσεβῆ ἢ τοῖς γε παρ' ἡμῶν λεγο μένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατ' αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν Πατέρων ἡμῶν ἀκολουθήσαντες. Ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου Πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, ἃ καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι μηδὲν διακρινο μένους ἐπ' αὐτῷ, καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑπο δέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέ τασσον τῇ μερίδι τῶν κοινωνικῶν. 204.7 ∆ικαιότερον δὲ τὰ καθ' ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλ' ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. Ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίωνὅσον ὑμῖν ἐστὶ πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Σπάνοι, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον· οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παρ' ἡμῶν. Ὧν ἐστὶν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. Ὥστε ὁ τὴν πρὸς ἡμᾶς κοινω νίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. Περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν ἡ κοινωνία· ἐπειδὰν παρ' ἡμῶν μὴ δεχθῆτε, τίς ὑμᾶς λοιπὸν ἐπιγνώσεται; Μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν Ἐκκλησίας. Μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ κατ' ἐμαυτὸν στε νάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης αἱ μέγισται τῶν Ἐκκλησιῶν καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι αὗται νῦν διεστή κασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι. Μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα ἃ μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμ μένα ἔχω παρ' ἐμαυτῷ. Βέλτιόν ἐστιν ἡμᾶς ἐκ ποδῶν γενέσθαι, τὰς δὲ Ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, ἢ διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. Ἐρωτήσατε τοὺς πατέρας ὑμῶν καὶ ἀναγγελοῦσιν ὑμῖν ὅτι, εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. Συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι, συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι, αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.
205.τ ΕΛΠΙ∆ΙΩ ΕΠΙΣΚΟΠΩ 205.1 Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν
ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακο μίζοντα. Οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο δουλαγωγῶν τὴν σάρκα διὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίνοντες διὰ τοιούτων προσφθέγ γεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρ' ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι καὶ οἱονεὶ ἀντ' ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ, καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα ἀφ' οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν, καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν, δι' οὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος καὶ