Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Ἀρχαὶ, εἴτε Κυριότητες, τὰ πάντα ἐν αὐτῷ καὶ δι' αὐτοῦ ἐκτίσθη, καὶ αὐτός ἐστι πρὸ πάντων. Πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; Καὶ εἰ ἐν τοῖς πᾶσι καὶ αὐτὸς ὁ χρόνος ἐστὶν, ὡς ἓν τῶν πάντων, ἔστι δὲ πρὸ πάντων αὐτὸς, δῆλον ὅτι καὶ τοῦ χρόνου πρεσβύτερος ὁ Υἱός. ∆ι' αὐτοῦ γὰρ, φησὶ, 75.496 τοὺς αἰῶνας ἐποίησε. Πῶς οὖν ὁ πρὸ αἰώνων ἐν τοῖς ἐν χρόνῳ γενομένοις ἀριθμηθήσεται; Ἐπεὶ καὶ πᾶν ὅπερ ἂν εἴη ποιηθὲν ὡς ἐν γενέσει, τοῦτο πάντως ἔσται καὶ ἐν χρόνῳ τοῦ εἶναι ἀρξάμενον, εἴπερ μόνῃ σώζεται τὸ ἀΐδιον, ὡς ἐξαίρετον, τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει. ΑΛΛΟ. Καὶ Μωσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Ἀπὸ τῶν ὀνομάτων καὶ τῶν ἀποτελεσμάτων τῆς ὑπεροχῆς ποιεῖται τὴν σύγκρισιν, καὶ τῆς οὐσιώδους, ἵν' οὕτως εἴπω, ποιότητος τὴν διαφορὰν δεικνύει, ἣν ἔχει Χριστὸς πρὸς Μωσέα, καὶ δι' αὐτοῦ πρὸς πάντα τὰ πεποιημένα. Τρέχει γὰρ ὁ λόγος εἰς τουτὶ τὸ συμπέρασμα. Εἰ τοίνυν ὁ μὲν ὡς θεράπων, ὁ δὲ ὡς Υἱός· καὶ ὁ μὲν ὡς οἰκέτης ἐν τῷ οἴκῳ πιστὸς, ὁ δὲ ὡς κληρονόμος, οὐκ ἐν τῷ οἴκῳ, ἀλλ' ἐπὶ τὸν οἶκον αὐτοῦ· πῶς ἔσται λοιπὸν ὁμογενὴς, ὁ τοσοῦτον αὐτοῦ διενεγκών; Ὁ δὲ Μωσῇ μήτε ὁμογενὴς ὑπάρχων γενητῆς ὄντι φύσεως, μήτε μὴν ἄλλως ὁμόδουλος, οὐκ ἂν ἑτέρῳ τινὶ κατὰ τὸν τῆς φύσεως λόγον ὁμοφυὴς συντάττοιτο. Πρὸς γὰρ τὰ πεποιημένα, καὶ οὐ πρὸς Μωσέα πάντως ἡ σύγκρισις, εἰ καὶ τὸ Μωσέως πρόσωπον ἐπὶ τοῦ παρόντος ἐξετάζεται. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ σχήματος. Εἰ πᾶν τὸ εἰς γένεσιν ἐναχθὲν, δοῦλόν ἐστι τοῦ πεποιηκότος Θεοῦ, κατὰ τὸ ἐν Ψαλμοῖς μελῳδούμενον, ὅτι Τὰ σύμπαντα δοῦλα σὰ, ἐλεύθεροι δέ εἰσιν οἱ υἱοὶ, κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος φωνὴν, πῶς ἂν ἐνδέχοιτο τῆς αὐτῆς εἶναι φύσεως τοῖς διὰ τὸ πεποιῆσθαι δουλεύουσι τὸν διὰ τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν ἐλεύθερον Υἱόν; ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ, εἰς τὸ, Οὗ οἶκός ἐσμεν ἡμεῖς. Εἰ ὁ Θεός ἐστιν ὁ ἐν προφήταις εἰπὼν, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός· πῶς νῦν ἡμεῖς οἶκός ἐσμεν τοῦ Υἱοῦ, εἴπερ μὴ ἔστι φύσει Θεός; Ἀλλ' εὐχόμεθα, καθά φησιν ὁ Παῦλος, κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ οἶκος τοῦ Υἱοῦ ἐσμέν τε καὶ χρηματίζομεν. Θεὸς ἄρα ὁ Χριστός. Εἰ δὲ τοῦτο, οὐ ποίημα. ΑΛΛΟ. Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Εἰς Χριστὸν ἡ πίστις, καὶ ἐπ' αὐτῇ τοῖς ἁγίοις τὰ γέρα, καὶ ἡ ἀπέραντος χρεωστεῖται ζωή. Τοῦτο γὰρ ἐκδιδάσκων ἡμᾶς αὐτός πού φησιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον. Εἴπερ οὖν ὁ τὴν πίστιν εἰς αὐτὸν ἀρνούμενος, καὶ καρδίαν ἀναλαβὼν πονηρὰν, Θεοῦ ζῶντος ἀποστατεῖ, πῶς οὐ κατὰ φύσιν Θεὸς ὁ Υἱός; 75.497 Πῶς δὲ κτίσμα ἢ ποίημα, τοῦτο ὑπάρχων, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ οὗ καὶ ἔστιν Υἱὸς, πάντα φέρων τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα; Ζῶν γοῦν Θεὸς ὁ Πατὴρ, ζῶν ὁμοίως καὶ ὁ Υἱός. ΑΛΛΟ. Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμοῦ τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Ταῦτα δὴ πάλιν ἔξεστιν ὁρᾷν τὰ τοῦ Πατρὸς ἴδια φέροντα τὸν Υἱὸν, καὶ τοιούτοις ἐπαγλαϊζόμενον ἀγαθοῖς, οἷσπερ ἂν φαίνοιτο καὶ ὁ γεννήσας αὐτόν. Τοῦ Θεοῦ καὶ Πατρὸς τοιγαροῦν φέροντος ἑτοίμως πάντα, καὶ πᾶσιν ἀκωλύτως ἐνατενίζοντος, εἰδότος ἔτι καρδίας καὶ νεφροὺς, καὶ διὰ τοῦτο λέγοντος, ποτὲ μέν· Τίς οὗτος ὁ κρύπτων με βουλήν; ποτὲ δέ· Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι; ταῦτα προσεῖναι καὶ τῷ Υἱῷ, δι' ὧν ἔφησεν ὁ Παῦλος ἐπιμαρτυρεῖ· εἶτα ζῶντος καὶ τοῦ Πατρὸς διὰ τὸ εἶναι ζωὴν, ζῶντα καὶ τὸν Λόγον ἀποκαλεῖ, διὰ τὸ εἶναι καὶ αὐτὸν κατὰ φύσιν ζωήν. Πάντων οὖν ὅσα δίκαια πρόσεστι τῷ Πατρὶ κατὰ φύσιν καὶ ἐν Υἱῷ κειμένων φυσικῶς τε καὶ οὐσιωδῶς, τίς οὐκ ἔσται, ποίημα λέγων αὐτὸν, τοῖς ἀφύκτοις τῆς δυσφημίας