1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

158

παρακα λοῦμεν προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ἵνα δῷ ἡμῖν ὁ Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ Εὐαγγελίου ἐπηρείας ἀπαλλαγεῖσιν. Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθ' ὃν ἔσται τοῦτο καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν ὁ Κύριος διωρίσατο.

206.τ ΕΛΠΙ∆ΙΩ ΕΠΙΣΚΟΠΩ ΠΑΡΑΜΥΘΗΤΙΚΗ 206.1 Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι

τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφε λείᾳ. Εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι' ἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλ' αὐτὸς ἂν δι' ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. Νῦν δὲ οὕτω διάκειμαι ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι ἃς ἀναγκαίως ποιού μεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροι κίας. Ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυ μίαν καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας. Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος μήπου σοὶ ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. Καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν ὡς μὲν πάππῳ λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἔκ τε τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν. Καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. Οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. Ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλείπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλ' ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. Μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. Τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡ ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύ θυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ ∆εσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν Ἐκκλη σιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρο νίμοις οἰκονόμοις ὁ Κύριος ἡμῶν ἐταμιεύσατο.

207.τ ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΚΛΗΡΙΚΟΙΣ

207.1 Ἡ μὲν συμφωνία τοῦ καθ' ἡμῶν μίσους καὶ τὸ μέχρις ἑνὸς πάντας

ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθ' ἡμῶν πολέμου ἔπειθέ με ὁμοίως ἀποσιωπᾶν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλ' ἐν ἡσυχίᾳ πέσσειν τὴν ἐμαυτοῦ λύπην. Ἐπειδὴ δὲ χρὴ μήτε πρὸς τὰς διαβολὰς ἀποσιωπᾶν, οὐχ ἵνα διὰ τῆς ἀντι λογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλ' ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προσθεῖναι τοῖς πᾶσι καὶ ἐπιστεῖλαι ὑμῶν τῇ