οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
οὐχ ἡδὺ τὸ χρῆμα. Αὐτῷ γὰρ ἦν οὐ χρεία κρεῶν ἢ αἱμάτων, ἐπιγάν νυται δὲ οὐδαμῶς κνίσσῃ καὶ καπνοῖς. Τίνα δὴ οὖν ἀποπερανοῦμεν τρόπον τὰς κατὰ νόμον θυ σίας; Ἐκεῖνο, οἶμαί που, φρονοῦντες ὀρθῶς, ὅτι τύ ποι μὲν ἦσαν τὰ διὰ Μωσέως, καὶ νοητῶν εἰκόνες θαυμάτων, διαμορφοῦσαι ποικίλως τὰ πνευματικά. Μόσχος ἦν τοῖς πάλαι τὸ ἱερουργούμενον. Ἀλλ' ἐν αὐτῷ μοι βλέπε τὸν δεῖνα τυχὸν, ἤγουν ἕνα τινὰ τῶν πεπιστευκότων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν καθιεροῦν τα Θεῷ. Γέγραπται γὰρ, ὅτι "Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λο γικὴν λατρείαν ὑμῶν." Σύνες οὖν ὅπως λογικὴν λα τρείαν τὴν τοῦ ἀνθρώπου καλεῖ καθιέρωσιν, ἀντιπαρεξ άγων τὸ χρῆμα ταῖς κατὰ νόμον θυσίαις. Οὐ γὰρ λογικὴ λατρεία τὸ δρώμενον ἦν· βουθυσίαι δὲ μᾶλλον ὡς ἐν σκιᾷ καὶ τύποις τῆς ἀληθείας τὸ κάλλος ὠδίνουσαι. Εἶτα ποῖος ἂν γένοιτο πρὸς ἡμῶν ὁ τῆς νοητῆς καὶ ἐν Πνεύματι καθιερωσύνης τρόπος, καταθρήσαιμεν ἂν, καὶ ῥᾷστά γε δὴ, τῶν ἱερῶν Γραμμάτων τὸ βάθος διερευνώμενοι, καὶ οἷον ἀνασαλεύοντες τὸ ἐξωφανὲς τῶν τύπων, οὔτε γυμνὴν οἱονεί πως καὶ ἀναμφίε στον τὴν τῷ Θεῷ φιλεστάτην ὁρῶντες ἀλήθειαν. γʹ. Γέγραπται τοίνυν ἐν ἀρχῇ τοῦ Λευιτικοῦ· "Ἄν θρωπος ἐξ ὑμῶν ἂν προσφέρῃ δῶρα τῷ Κυρίῳ ἀπὸ τῶν κτηνῶν καὶ τῶν βοῶν, καὶ ἀπὸ τῶν προβάτων, προσοίσετε τὰ δῶρα ὑμῶν· ἐὰν ὁλοκαύτωμα τὸ δῶ ρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον, προσάξετε πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοί σεις αὐτὸ δεκτὸν ἔναντι Κυρίου, καὶ ἐπιθήσεις τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτὸ ἐξιλάσασθαι περὶ αὐτοῦ. Καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυ σιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ 77.865 μαρτυρίου, καὶ δείραντες τὸ ὁλοκαύτωμα, μελιοῦσιν αὐτὸν κατὰ μέλη· καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον, καὶ στοιβάσουσι ξύλα ἐπὶ τὸ πῦρ, καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ἀαρὼν ἱερεῖς τὰ διχοτομήματα, καὶ τὴν κεφαλὴν, καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα, ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ θυσιαστηρίου· τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυ νοῦσιν ὕδατι, καὶ κάρπωμά ἐστι θυσία, ὀσμὴ εὐωδίας τῷ Κυρίῳ." Μόσχος μὲν οὖν, ὡς ἔφην, τὸ ἱερουρ γούμενον. Τί δ' ἂν βούλοιτο δηλοῦν ὁ τύπος, ἐροῦμεν ὡς ἔνι. Ἐν εὐσθενείᾳ γὰρ νοῦ προσίεμεν τῷ Θεῷ, κοσμικῆς ἁπάσης κατευμεγεθοῦντες ἡδονῆς. Εὐσθενὲς δὲ ζῶον ὁ μόσχος. Ἄῤῥενα δὲ δεῖν αὐτὸν εἶναί φασι· τὸ γάρ τοι θηλυπρεπὲς, καὶ εὐδιάθρυπτον, εἰς ἦθος καὶ τρόπους τοῖς ἁγίοις ἀνάρμοστον, καὶ κρείττων ἀεὶ τοῦ μαλακίζεσθαι, καὶ καθικνεῖσθαι πρὸς τὰ αἰσχίω τῶν φιλαρέτων ὁ νοῦς. Οἷς δὴ καὶ μάλα εἰκότως τὸ ἱερὸν ἐπιφθέγγεται Γράμμα, πρὸς εὐαν δρίαν αὐτοὺς ἀποφέρον τὴν πνευματικὴν, "Ἀνδρί ζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον." Προσκομισθὲν δὲ τὸ θῦμα πρὸς αὐταῖς ταῖς θύραις τῆς ἁγίας σκηνῆς, κατ εσφάζετο ἔναντι Κυρίου, καθὰ γέγραπται. Ἐρχόμενοι γὰρ καὶ ἡμεῖς ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκ κλησίᾳ, τότε δὴ, τότε καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιούμεθα, καὶ ἀξιόληπτον ὅτι τὸ δῶρόν ἐστι πιστώ σεται λέγων ὁ μακάριος ∆αβίδ· "Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." Στεφανοῖ γὰρ ταῖς ἀνωτάτω τιμαῖς οὓς ἂν ἕλοιτο καταθρεῖν. Τοῖς μὲν γὰρ ἐξ αἵ ματος Ἰσραὴλ, ἀποσπουδάζουσι μὲν ἐκτύπως τὸ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἐπιτηδείως ἔχειν, δι' οὐδενὸς δὲ λόγου ποιεῖσθαι μεμελετηκόσι τὸ προσ κρούειν αὐτῷ, καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ἀνοσίους κατημεληκόσιν, "Ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, φησὶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν." Ἐπιγάννυται δὲ τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ προσιόντας αὐτῷ διὰ τῆς ἐν Χριστῷ πίστεως ἐφορᾷ. Γέγραπται γὰρ, ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν." Ἐσφάζετο τοίνυν ὁ μόσχος, προσεχεῖτο δὲ τὸ αἷμα τῷ θυσια στηρίῳ. Ἀλλὰ καὶ ἐφ' ἡμῶν αὐτῶν δρῷτο ἂν, οἶμαι, ταυτὶ, νοητῶς δηλονότι, καὶ πνευματικῶς. Κατα λήγοντες γὰρ τῶν εἰς φαυλότητα σπουδασμάτων, καὶ κατανεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν