1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

159

συνέσει, εἰ καὶ ὅτι πρῴην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψαντες οὐδεμιᾶς παρ' ὑμῶν ἀπο κρίσεως ἠξιώθημεν. Μὴ κολακεύετε, ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας, μηδὲ κατα δέξησθε περιορᾶν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος ὁ Λίβυς καὶ Μάρκελλος ὁ Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι ἅπερ νῦν παρ' ὑμῖν, ὡς ἴδια ἑαυτῶν εὑρήματα, ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ βαμβαίνοντες τῇ γλώσσῃ καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἀγαγεῖν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παρα λογισμοὺς ἐξαρκοῦντες. Οὗτοι ῥητὰ καὶ ἄρρητα καθ' ἡμῶν δημηγοροῦσι καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλί νουσι. Τίνος ἕνεκεν; Οὐχὶ τὸν ἐν τοῖς πονηροῖς ἑαυτῶν διδάγμασιν ἔλεγχον ὑφορώμενοι; Οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν ὥστε καὶ ὀνείρους τινὰς ἐφ' ἡμᾶς συμπλάσαι διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλα βεράς· οἵ, κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασ φημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων ἐφ' ἑκάστης Ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ. 207.2 Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρ' ὑμῖν κεκρατηκυίας συνηθείας παρηλ λαγμένον, καὶ τοιαῦτά τινα ἐφ' οἷς ἐχρῆν αὐτοὺς ἐγκα λύπτεσθαι. Ἐγκαλούμεθα δὲ ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις ἃς ἀκάνθαις παρεικάζει ὁ Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχω ρούσαις. Οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. Ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα καὶ ἔχειν ἄνδρας παρ' ἐμαυτῷ, ὑπ' ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους Νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν, καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν κατορ θοῦσιν. Ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. Ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. Εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῆν προελόμεναι παρθενίαν μὲν γάμου προτι μῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκὸς καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως, ὅπου ἂν ὦσι τῆς γῆς. Παρὰ δὲ ἡμῶν μικρὰ ταῦτα στοιχειουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν. Εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι. Ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι, ἃ μέχρι νῦν ὁ Σατανᾶς ὁ πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα φθέγγεται ἀδεῶς. Γινώσκειν δὲ ὑμᾶς βούλομαι ὅτι ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλ' ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. Ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμε νοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι. 207.3 Πρὸς δὲ τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα, ᾧ μάλιστα τοὺς ἁπλουστέρους φοβοῦσιν οἱ διαβάλλοντες ἡμᾶς, ἐκεῖνο εἰπεῖν ἔχω, ὅτι τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. Ἐκ νυκτὸςγὰρ ὀρθρίζει παρ' ἡμῖν ὁ λαὸς ἐπὶ τὸν οἶκον τῆς προσ ευχῆς, καὶ ἐν πόνῳ καὶ ἐν θλίψει καὶ συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. Καὶ νῦν μὲν διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν μελέτην τῶν Λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ τὴν