1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

160

προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι. Ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν τοῦ μέλους οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες μεταξὺ προσευχό μενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἐξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἐξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ, ἴδια ἑαυτῶν ἕκαστος τὰ ῥή ματα τῆς μετανοίας ποιούμενοι. Ἐπὶ τούτοις εἰ ἡμᾶς ἀποφεύγετε, φεύξεσθε μὲν Αἰγυπτίους, φεύξεσθε δὲ Λιβύας ἀμφοτέρους, Θηβαίους, Παλαιστίνους, Ἄραβας, Φοίνικας, Σύρους καὶ τοὺς πρὸς τῷ Εὐφράτῃ κατῳκισμέ νους, καὶ πάντας ἁπαξαπλῶς παρ' οἷς ἀγρυπνίαι καὶ προσευχαὶ καὶ αἱ κοιναὶ ψαλμῳδίαι τετίμηνται. 207.4 Ἀλλ' οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. Ἀλλ' οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. Καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῆν καὶ μετανοίᾳ διηνεκεῖ, ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον ἢ λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. Ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου τίνας ἔχετε μαρτυρίας; Οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε. Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσ ευχῶν. Πῶς γάρ; Ὅ γε τοῦ Ἀποστόλου μαθητὴς γνήσιος τοῦ εἰπόντος· «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ», καὶ «Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων». Ἔφευγε τοὺς ὅρκους ἡ καθαρὰ ἐκείνη ψυχὴ καὶ ἀξία τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὒ διὰ τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως». Οὐκ ἠνείχετο εἰπεῖν τὸν ἀδελφὸν ἑαυτοῦ μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. Θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. Λοι δορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν. Φθόνος καὶ ὑπερηφανία τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπε λήλατο. Οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ πρὶν καταλλαγῆ ναι τῷ ἀδελφῷ. Ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύσσετο ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγέννηται καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων· τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. Εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε, περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. Εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἡ ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν καὶ τότε ἐξαίρειν τὰ ἀλλότρια κάρφη. Πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ Θεῷ. Μόνον ἐρρώσθω τὰ προηγούμενα καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. Τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. Τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. Τὰς Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. Εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχα νον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾶν.

208.τ ΕΥΛΑΓΚΙΩ 208.1 Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὢν καὶ μελέτην

τοῦτο καὶ τέχνην ποιησάμενος, ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. Ἀλλ' ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. Καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ, ἐπειδὴ ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. Ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι' ἡμᾶς, οὐ τῶν δι' ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. Ὁ αὐτὸς τοίνυν ἔσο καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς καὶ μεμνη μένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. ∆ίκαιον δέ που τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.