161
209.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΠΟΛΟΓΙΑ 209.1 Συνεκληρώθης ταῖς λύπαις καὶ τοῖς ὑπὲρ ἡμῶν ἀγῶσι. Τοῦτο δὲ
ἀπόδειξιν ἔχει νεανικῆς ψυχῆς. Ὁ γὰρ τὰ ἡμέτερα οἰκονομῶν Θεὸς τοῖς τὰ μεγάλα διαφέρειν δυνα μένοις ἀγωνίσματα μείζονας ὑποθέσεις εὐδοκιμήσεων προξε νεῖ. Καὶ σὺ τοίνυν βάσανον τῆς περὶ τοὺς φίλους ἀρετῆς, ὥσπερ τὴν κάμινον τῷ χρυσίῳ, τὸν σαυτοῦ βίον προέθηκας. Εὐχόμεθα οὖν τῷ Θεῷ καὶ τοὺς λοιποὺς βελτίους γενέσθαι καί σε ὅμοιον ἑαυτῷ διαμεῖναι· καὶ τὰ τοιαῦτα ἐγκαλοῦντα μὴ παύσασθαι οἷα νῦν ἐνεκάλεσας, τὴν τῶν γραμμάτων ἔνδειαν ἀντὶ μεγίστης ἀδικίας ἡμῖν προφέρων. Φίλου γὰρ τὸ ἔγκλημα, καὶ ἀνάμενε τὸ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα. Οὐ γὰρ οὕτω τις ἄτοπός εἰμι φιλίας χρήστης.
210.τ ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΛΟΓΙΩΤΑΤΟΙΣ
210.1 Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν οὐδὲ
τὰς αἰτίας λέγειν δι' ἃς ἐγὼ νῦν ἐπὶ τῶν τόπων εἰμὶ τούτων. Καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. Ἀλλ' οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλ' ἐφ' ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι, ἐπεὶ ἔμοιγε τὸ παντε λῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. Ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύληται, καί εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ διδασκο μένους, ἀλλ' αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. Ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τήθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατε χουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν παρέξων πράγματα, ἀλλ' ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυ μίαν. 210.2 Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν καὶ ὀνειρο σκόπους μισθοῦσθαι καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; Ἐγὼ γάρ, εἰ καὶ παρ' ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. Καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρ' ὑμῖν ἀνδρῶν, οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς· τί μὲν οὐχὶ διδόντες; Τί δὲ οὐχ ὑπισχνούμενοι; Ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. Πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἄκλητος εἰσωθίζεσθαι; Πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον νῦν διώκειν τοὺς διαβάλλοντας; Μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. Οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη οὔτε Ἐκκλησίᾳ παραβάλοι ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰάκων καθεζόμε νοι ἐμποιοῦσι. Πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν οὐδενὸς ἐπιόντος, χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; Πόθεν ἄλλοθεν ταῦτα; Ἢ οὐχὶ καὶ παιδὶ γνώριμον ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; Ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς