οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
γὰρ ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Οὐκοῦν ὡς τῆς ἑαυτῶν ζωῆς ἀποδώσοντες λόγους, τῶν εἰς ἐπιείκειαν αὐχημάτων μεταποιεῖσθαι σπου δάζωμεν, καὶ διὰ πάσης ἀρετῆς τὴν ἰδίαν ἕκαστος καταφαιδρυνέτω ζωήν· τηρήσωμεν τὴν τοῦ σώματος εὐγένειαν· ἀποπαυσώμεθα φαύλης ἁπάσης καὶ βδελυρᾶς ἡδονῆς· κρείττους εὑρισκώμεθα τῆς εἰς ἀδελφοὺς μικροψυχίας· τῶν ἐξ ὀργῆς κρατήσωμεν κινημάτων· ἀπέστω δὲ τὸ ὀμνύναι κατὰ Θεοῦ, καὶ, καθά φησιν ὁ πάνσοφος Παῦλος, "Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούου σι." Χρηστοὶ καὶ εὔσπλαγχνοι πρὸς τοὺς δεομένους εὑρισκώμεθα. Εὖ ποιήσωμεν ὀρφανοὺς, ἀνακτησώ μεθα χήρας, ἐπισκεψώμεθα δεσμίους. Μνημονεύσω μεν τῶν ἐν ἀῤῥωστίαις, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώ μασιν. Ἀσφαλῆ καὶ ἀκράδαντον τῷ πάντων Σωτῆρι Χριστῷ τὴν πίστιν τηρήσωμεν. Οὕτω γὰρ, οὕτω καὶ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτήν· ἀρχό μενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ ἐννάτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώ δους Πάσχα, ἀπὸ τεσσαρεσκαιδεκάτης τοῦ Φαρμουθὶ 77.873 μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ ἐννεακαι δεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὰς εὐαγγελικὰς παραδόσεις· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ εἰκάδι τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ, οὕτω πάλιν ἐντρυφήσομεν λόγοις ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, καὶ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΛΟΓΟΣ ΚΓʹ. Προθεωρία.
Πεποίηται καὶ νῦν ἡμῖν τὸ λογίδιον, οὐ τῆς ἐν λό γοις φιλοτιμίας
ἐπαγγελίαν ἔχον, ὅτι μὴ οὕτως ἡμῖν ὁ σκοπὸς, ἀλλ' ὄνησιν ἀναγκαίαν τοῖς ἀκροωμένοις εἰσφέρειν, ὡς δὲ οἶμαι, δυνάμενον, καὶ εἰς τοὺς τῆς εὐζωΐας ἀπευθῦνον τρόπους. Συντέθειται γὰρ, οὐχ ἑτέρου του χάριν, πλὴν ὅτι τούτου καὶ μόνου. Οὐ κοῦν μὴ πάντως βασανιζέσθω τῆς λέξεως, ἢ τῆς συνθήκης τὸ ἀκριβὲς, ἀλλ' ὁ τοῦ γράψαντος ἐπαινεί σθω σκοπός. αʹ. Ὁ μακάριος προφήτης ∆αβὶδ, τὴν παναρμόνιόν τε καὶ εὐμελῆ τοῦ Πνεύματος ἀνακρούων λύραν, τὴν ἁγίαν καὶ πάναγνον τοῦ Σωτῆρος ἡμῶν ἑορτὴν προ ευηγγελίζετο, λέγων· "∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ." Καί μοι δοκεῖ σοφῶς καὶ ἐντέχνως τὸ, "∆εῦτε," φωνεῖν. Καλεῖ γὰρ ὥσπερ ἐγγὺς τοὺς ἀφεστηκότας, καὶ οἷον ἀποφοιτῶντας Θεοῦ, κατά γε, φημὶ, τοὺς τῆς διαθέσεως τρόπους, καθ' οὓς ἂν γέ νοιτο τῆς πρὸς Θεὸν οἰκειότητος ἀπονοσφίζεσθαί τινας. Τίνες δὲ οὗτοι, πολυπραγμονεῖν ἀναγκαῖον. Εἷς μὲν δὴ καὶ πρῶτος τὸ ἑλέσθαι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Ἀπιστία τε πρὸς τούτῳ, καὶ μέν τοι κακοπιστία· ὧν τὴν μὲν, τοῖς ἐξ αἴματος Ἰσραὴλ ἀναθείη τις ἄν· τήν γε μὴν ἑτέραν ταῖς τῶν αἱρέσεων ἐξιτήλοις εὑρεσιεπείαις. Προσεποίσομεν δὲ τούτοις τὸ κοινὸν ἀῤῥώστημα πάν των τῶν ἐπὶ τῆς γῆς, φημὶ δὴ τὴν ἁμαρτίαν. Οὐκοῦν ἱερῷ καὶ διαπρυσίῳ κηρύγματι, τὰ αἰσχίω μεθέντας, τοὺς ὠνομασμένους, μεταφοιτᾷν ἑλέσθαι πρὸς τὰ ἀμείνω διακελεύεται, ὡς Ἑλλήνων μὲν παῖδες, τὸν ἐκ διαβολικῆς σκαιότητος ταῖς αὐτῶν διανοίαις εἰσοικισθέντα σκότον εὖ μάλα διαδιδράσκοντας, πρὸς τὸ ἀκραιφνὲς τῆς ἀληθείας ἐπείγεσθαι φῶς, καὶ τὸν ἀληθῶς καὶ φύσει τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον ὁμολογῆσαι Θεόν· Ἰουδαίους δὲ τὸν διὰ νόμου καὶ προφητῶν πολυτρόπως διηγγελμένον, ὀψὲ γοῦν καὶ μόλις ἐπιγινώσκοντας ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις εἰπεῖν· "Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν τος·" τούς γε μὴν τοῖς τῶν ἀνοσίων αἱρέσεων ἁλόν τας βρόχοις, πολυπλόκων μὲν ἀπαλλάττεσθαι λογι σμῶν, καὶ