162
λέγειν, ὑμῖν δὲ συνορᾶν καὶ πάνυ ῥᾴδιον. Ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχῃ ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ κατα γέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. Οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεσ τιν. Ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι ἐκλαλῆ σαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. Τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα. Εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγ μασι. Τὴν δὲ ἀληθεστάτην αἰτίαν δι' ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. Ἀλλ' ἀκούσατε. 210.3 Πίστεως διαστροφὴ παρ' ὑμῖν μελετᾶται ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπ' ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου οὗ τὰ διδάγματα ἔναυλά ἐστιν ἔτι καὶ νῦν ὑμῖν δηλονότι. Τὸ γὰρ τοῦ Σαβελλίου κακὸν πάλαι μὲν κινηθέν, κατασβεσθὲν δὲ παρὰ τῶν Πατέρων, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθ' ἡμῶν ὀνείρους πλάττοντες. Ἀλλ' ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπά λης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαϊσμός ἐστιν ὁ Σαβελλισμὸς ἐν προσ χήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγό μενος. Ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; Ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾅδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. Παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. Λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσ θαι τοὺς παρ' ὑμῖν σοφοὺς καὶ λέγειν ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί, καὶ ἐπὶ τούτῳ γάνυσθαι μὲν καὶ μέγα φρονεῖν ὡς ἐπὶ οἰκείῳ εὑρήματι. Εἴρηται γάρ, φησίν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε». Καὶ διὰ τὸ εἰρῆσθαι· «Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. Οὐ γὰρ εἴρηται ὅτι εἰς τὰ ὀνόματα, ἀλλ' εἰς τὸ ὄνομα. 210.4 Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφ' αἵματος ἡμε τέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζων τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφ' ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. Ἐντεῦθεν γὰρ ἡμᾶς ὁ Ἀνόμοιος σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, ὁ Σαβέλλιος. Ἀλλ' ὑμᾶς παρακαλῶ τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν· εἰδέναι δὲ ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον «Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς». Πρὸς δὲ τὸ ὅτι «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου», ἐκεῖνο εἰδέναι χρὴ ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα ταῦτα λέγει. Εἰ δὲ εἴρηται· «Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. Ὡς γὰρ ὁ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς συλλαβῆς· οὕτως ὁ εἰπὼν «ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου