Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
Κύριος, ὥσπερ ὁ ἐξ οὗπερ ἐτέχθη Πατήρ. ΑΛΛΟ. Ἀδελφοὶ, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Ἐν τοῖς ἁγίοις προφήταις ὁ Θεός πού φησι· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. Πῶς οὖν ἔσται τῆς δόξης Κύριος ὁ Υἱὸς, εἴπερ ὄντως ἀλλογενής τέ ἐστι, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ἀλλότριος; Οὐδὲν γὰρ φορέσει τὴν μόνῳ πρέπουσαν τῷ Θεῷ δόξαν, εἴπερ ὅλως εἴη πεποιημένον. Ἀλλ' ἔστι Κύριος τῆς δόξης ὁ Υἱός· οὐ γὰρ ψεύδεται τῆς ἀληθείας τὸ Πνεῦμα τὸ ἐν τοῖς ἁγίοις τὰ τοιαῦτα λαλοῦν. Οὐκοῦν οὐ γενητὸς, εἰκὼν δὲ μᾶλλον καὶ χαρακτὴρ τοῦ Πατρὸς, ὅς ἐστι τῆς δόξης Κύριος. Ὧ δὲ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια, ἕποιτο ἂν εἰκότως μετὰ τῶν ἄλλων καὶ τὸ εἶναι τῆς δόξης Κύριον. Ἐκ τῆς Πέτρου Ἐπιστολῆς. Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος, καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινω 75.512 νός· ποιμαίνετε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ. Σοφῶς πάλιν ἐνθάδε Θεὸν ὁ Πέτρος ἀποκαλεῖ τὸν Υἱὸν, τοῦτο κατὰ φύσιν ὄντα γινώσκων· οὐ γὰρ ψεύδεται. Ἀκηκοὼς γὰρ αὐτὸς παρὰ τοῦ Σωτῆρος ἡμῶν τοῦ Χριστοῦ· Σίμων Ἰωνᾶ, φιλεῖς με; Βόσκε τὰ ἀρνία μου· καὶ πάλιν, Ποίμαινε τὰ πρόβατά μου, τὴν ὁμοίαν δίδωσιν ἐντολὴν, Θεοῦ ποίμνιον τὰ τοῦ Σωτῆρος ὀνομάζων, ὡς ἄνωθεν ἐκ Πατρὸς, καὶ οὐ διὰ σαρκὸς καὶ αἵματος, τοῦ θείου μυστηρίου τὴν γνῶσιν παραλαβών. Εἰ δὲ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἔσται κτίσμα ἢ ποίημα; ΑΛΛΟ. Ποιητοῦ καὶ ποιήματος ἄμετρόν τινα καὶ ἀσύγκριτον οὖσαν τὴν διαφορὰν ἐπιδεικνύων ὁ Ψαλμωδὸς, ἀναφθέγγεται· Αὐτὸς ἐποίησε ἡμᾶς, καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Ἐν μὲν οὖν τῷ δύνασθαι ποιεῖν τε καὶ κτίζειν, ἡ θεία καὶ δεσπόζουσα φύσις διαγινώσκεται· ἐν δὲ τῷ πεποιῆσθαι καὶ παρῆχθαι πρὸς γένεσιν, ἡ δούλη καὶ γενητή. Ἐπειδὴ δὲ πάντων δημιουργός ἐστιν ὁ Υἱὸς, οὔτε εἷς ἔσται τῶν πάντων, οὔτε ἐν τοῖς πεποιημένοις τετάξεται, ὁ διὰ τοῦ δύνασθαι κτίζειν ἑτεροφυὴς ὡς πρὸς τὴν κτίσιν ἀναδεικνύμενος, καὶ τὸ δουλικὸν ἀναβεβηκὼς μέτρον, ὥστε καὶ ἐντὸς ὅρων τῆς δεσποζούσης οὐσίας ὑπάρχειν. Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Γράφω ὑμῖν, φησὶ, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς. Εἰ τῶν ποιημάτων οὐδὲν ἀπ' ἀρχῆς ἢ ἐν ἀρχῇ, διὰ τὸ πάντα ἐν χρόνῳ κεκλῆσθαι πρὸς γένεσιν, ἦν δὲ ἀπ' ἀρχῆς ὁ Υἱὸς, ὃν καὶ ἐγνώκασι πρὸς οὓς ὁ λόγος, πῶς ἔσται τῶν ποιημάτων ὁ μὴ οὔτως ἔχων καθάπερ ἐκεῖνα; ΑΛΛΟ. Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἀρνεῖται, καὶ ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Ἀρνήσεταί τις τὸν Υἱὸν οὐχ ἑτέρως, εἰ μὴ διὰ τοῦ ποίημα λέγειν αὐτὸν, καὶ τῆς τοῦ Πατρὸς ἐκπέμπειν ὁμοουσιότητος, ὁμολογήσει δὲ πάλιν ἀποσώζων αὐτῷ γνήσιόν τε καὶ ἀληθὲς τὸ τῆς υἱότητος ἀξίωμα, καὶ τῆς πρὸς Πατέρα ὁμοιώσεως φυσικῆς οὐκ ἀποστερίσκων αὐτόν. Οὐκοῦν ὅπερ ἂν ὑπό του περὶ τοῦ Πατρὸς λέγηται, τοῦτο πάντως καὶ περὶ τοῦ Υἱοῦ, δίχα μόνου τοῦ ὅτι Πατήρ ἐστι. Καὶ ὅπερ ἂν ἐφ' Υἱοῦ τάττοιτο, τοῦτο κρατήσει καὶ περὶ τοῦ Πατρὸς, δίχα μόνου πάλιν τοῦ ὅτι Υἱός ἐστιν. Οἷον ὁ Πατὴρ Θεὸς κατὰ φύσιν, παντοκράτωρ, δημιουργὸς, Κύριος, βασιλεὺς, ἄφθαρτος, ἀθάνατος, ζωὴ, ἀρχὴν τοῦ εἶναι μὴ ἔχων, ἀλλ' οὐδὲ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθείς· ταῦτα καὶ ὁ Υἱὸς ἀπαραλλάκτως. Εἰ δὲ δίδως μὲν ταῦτα προσεῖναι τῷ Πατρὶ, καὶ οὕτως ἔχειν αὐτὸν ὁμολογεῖς, ἐκβάλλεις δὲ αὐτὸν τὸν Υἱὸν, ποίημα λέγων, καὶ τὸν δημιουργὸν ἐν τῇ τῶν κτισμάτων τάξει καταφέρων, ἐξωθήσεις αὐτῶν καὶ τὸν Πατέρα, καταδικάζων ἀμαθῶς τοῦ Υἱοῦ, καὶ τοῦ θεοπρεποῦς ἀξιώματος ἀλλότριον εἶναι φάσκων τὸν τοῦ γεννήσαντος 75.513 χαρακτῆρα, εἰς ὂν ἐνορῶντες τὴν τοῦ Πατρὸς φύσιν καταθεώμεθα κατὰ τὸ παρ' αὐτοῦ τοῖς μαθηταῖς εἰρημένον· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐκοῦν ἀγενήτου τυγχάνοντος τοῦ Πατρὸς, ἀγένητον εἶναι χρὴ καὶ τὸν Υἱόν· ἀγένητον δέ φημι τὸ μὴ πεποιημένον. ΑΛΛΟ. Καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη