Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ὑμῖν. Τὸ αἰῶνος ὄνομα, πολλάκις ἐπὶ Θεοῦ τέθειται παρὰ τῇ ἁγίᾳ Γραφῇ, ὡς τὴν ἐν τῷ χρόνῳ γένεσιν ἀναιροῦν ἐπὶ τῆς θείας καὶ ἀκηράτου φύσεως, ᾗ καὶ μόνῃ τὸ μὴ πεποιῆσθαι πρόσεστιν οὐσιωδῶς. Εἰ τοίνυν αἰώνιος ἦν ἡ ζωὴ παρὰ τῷ Θεῷ καὶ Πατρὶ, τουτέστιν ὁ Υἱὸς, πῶς ἂν εἴη γενητὸς, κατὰ τήν τινων ἀβουλίαν; Τὸ γὰρ ὅλως γενηθὲν, οὐκ αἰώνιον. ΑΛΛΟ. Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκομεν* τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος. Τί πάλιν ἐροῦσιν οἱ φιλεγκλήμονες αἱρετικοὶ καὶ πρὸς ταύτας τοῦ ἁγίου τὰς ἀψευδεῖς τε καὶ ἠκριβωμένας φωνάς; Εἰ Θεὸς ἀληθινὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα τοῦτό ἐστι καὶ οὐ χάριτι, καθάπερ καὶ τὰ ποιήματα. Ὁ δὲ φύσει Θεὸς, εἰ πεποίηται, κατ' αὐτοὺς, οὐδὲν ὅλως οὐδὲ ἐν τῷ Πατρὶ τὸ ἐξαίρετον, καὶ εἰ λέγοιτο φύσει Θεός. Τὸ γὰρ ἅπαξ ποιητὸν ἢ κτιστὸν τοῦ πεποιῆσθαι τὴν αἰτίαν, κἂν ποιηθὲν οὔπω φαίνηται, οὐδαμῶς διαφεύξεται, ποιεῖσθαι πεφυκός· ὥρα τοίνυν καὶ εἰς αὐτὸν εὐσεβεῖν* τὸν Πατέρα. Ἀλλ' οὐ παραδέχεται τὸν τοῦ πεποιῆσθαι λόγον ἡ θεία καὶ ἀκήρατος φύσις· τοῦτο δέ ἐστιν ὁ Υἱός· οὐκ ἄρα ποιητὸς, ἀγένητος δὲ μᾶλλον, ὡς φύσει Θεὸς καὶ ἀληθινὸς καὶ ζωὴ αἰώνιος. Ἐκ τῆς Ἰούδα Ἐπιστολῆς. Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. Εἰ κατὰ τὴν προκειμένην τοῦ ἁγίου φωνὴν διέσωσεν ὁ Ἰησοῦς ἐξ Αἰγύπτου τὸν λαὸν, αὐτὸς ἄρα ἐστὶν ὁ λέγων πρὸς τὸν ἱεροφάντην Μωσέα· Ἐγώ εἰμι ὁ ὤν· ἀκούων ἤκουσα τοῦ στεναγμοῦ τῶν υἱῶν Ἰσραὴλ, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Εἴπερ οὖν ὄντως αὐτός ἐστιν ὁ ὢν, πῶς ἂν εἴη καὶ γενητός; Οὐκ ἔτι γὰρ ὢν, ἀλλὰ πεποιημένος. Ἀλλ' οὐ ψεύδεται Χριστός. Ὢν γάρ ἐστι καὶ ὑπάρχων ἀεὶ, οὐκ ἄρα πεποιημένος εὑρίσκεται, οὐδὲ ἀρχὴν τοῦ εἶναι λαχὼν τὴν ἐν χρόνῳ, καθάπερ τὰ ποιήματα. Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Ἰωσὴφ, υἱὸς ∆αβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει 75.516 τὸν λαὸν αὐτοῦ ἁπὸ τῶν ἁμαρτιῶν αὐτοῦ. Εἰ διασώζει τὸν οἰκεῖον λαὸν ὁ Υἱὸς, καὶ ἀφίησιν ἁμαρτίας, ὡς τοῦ νόμου Κύριος καὶ Θεὸς, τίς τοῖς ποιήμασι συντάξει τὸν εἴσω βεβηκότα τῶν τῆς θεότητος ὅρων, καὶ αὐτὸν κατὰ φύσιν ὄντα Θεόν; Οἶμαι δὲ ὅτι πᾶς ὅστις οὖν ἐρεῖ καὶ συνθήσεται μόνῳ χρεωστεῖσθαι Θεῷ τὸ κεκτῆσθαι λαὸν, ὡς ∆εσπότῃ καὶ βασιλεῖ. ΑΛΛΟ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Εἰ μὴ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Υἱὸς, οὐκ ἂν ἐκλήθη Μεθ' ἡμῶν ὁ Θεὸς, ὃ δὴ καὶ γέγονεν ὅτε διὰ γυναικὸς ἐγεννήθη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. Οὐκ ἀγγέλου δὲ ὅλως, ἀλλ' οὐδὲ ἑτέρου τινὸς εὕρημα τῶν γενητῶν τὸ Ἐμμανουὴλ, ἀλλ' ὁ Πατὴρ οὕτως ὠνόμασε τὸν Υἱὸν, καὶ μαρτυρήσει λέγων ὁ ἅγιος προφήτης περὶ τοῦ θείου γεννήματος· Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτό. Καινὸν γὰρ ὄντως ὄνομα τῷ Υἱῷ τὸ Ἐμμανουὴλ, τουτέστι, Μεθ' ἡμῶν ὁ Θεός. Πρὸ μὲν γὰρ τῆς μετὰ σαρκὸς ἐν τῷ κόσμῳ παρουσίας, αὐτὸ δὴ τοῦτο γυμνῶς ἦν τε καὶ ἐκαλεῖτο Θεός· μετὰ δὲ τὴν ἐκ Παρθένου γέννησιν, οὐκέτι μόνον Θεὸς, ἀλλὰ μεθ' ἡμῶν, τουτέστιν, ἐνανθρωπήσας Θεός. Θεὸν τοιγαροῦν ὀνομάζοντος τοῦ Πατρὸς τὸν ἴδιον Υἱὸν, ἐρυθριάτωσαν οἱ πεποιῆσθαι λέγοντες αὐτὸν δυσσεβῶς τε καὶ ἀμαθῶς. Ὁ γὰρ φύσει Θεὸς, οὐκ ἔστι ποίημα. ΑΛΛΟ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, ὅτι Οὐ φονεύσεις· ὃς δ' ἂν φονεύσει, ἔνοχος ἔσται τῇ κρίσει. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος ἔσται τῇ κρίσει. ∆έχου μοι πάλιν ἐνθάδε τοιόνδε τινὰ λογισμὸν, καὶ περιάθρει σαφῶς εἰ μή σοι φανοῦμαι λέγων ὀρθῶς· Ἐπειδὴ μόνῳ τὸ νομοθετεῖν βασιλεῖ πρεπωδέστατον, οὐδενὶ τῶν ὄντων ἐφίησι Θεὸς προσθεῖναί τι τοῖς παρ' αὐτοῦ διὰ Μωσέως τετυπωμένοις. Λέγει γάρ· Ἐπ' αὐτοῖς οὐκ