164
βλάβας φυλάξησθε. Τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρ' ὑμῖν ὀνειροσκόποι φασί, ταῦτά ἐστι καὶ κώνειον καὶ ἀκόνιτον καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. Ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς, εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. Οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκο τουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύ ματος τὰς ἐλλάμψεις. Οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφη τεία, ὥς φησι Ζαχαρίας· «Κύριος ἐποίησε φαντασίαν καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν». Οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἡσαΐαν ἐνυπνιαζόμενοι κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Καὶ ἔστι πνεῦμα ψευδὲς ὃ ἐν τοῖς ψευδοπροφήταις γενόμενον Ἀχαὰβ ἐξηπάτησε. Ταῦτα εἰδότας ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. Ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθεὶς οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ οὐδὲ ἀράσασθαι τὸν Ἰσραὴλ ὃν οὐκ ἀρᾶται Κύριος. Εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις. Εἰ δὲ ὁ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρ' αὐτοῦ φαν τάσματα τῶν σωτηρίων διδαγμάτων.
211.τ ΟΛΥΜΠΙΩ
211.1 Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητός σου ἡδίων ἐμαυτοῦ καὶ
εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθὼν αὐτόν σε ἔδοξα καθορᾶν. Οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες οὕτω διέθηκαν ὥστε ἐπιλαθέσθαι με τοῦ παρ' ὑμῖν κωνείου, ὃ οἱ ὀνειροπῶ λαι καὶ ὀνειροκάπηλοι εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐ τοὺς χάριν καθ' ἡμῶν περιφέρουσιν. Ἐπιστολὰς δὲ τὰς μὲν ἔγραψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. Μόνον εἴη τι ὄφελος παρ' αὐτῶν τοῖς λαμβάνουσιν.
212.τ ΙΛΑΡΙΩ
212.1 Ἐμὲ δὲ τί οἴει πεπονθέναι ἢ τίνα γνώμην ἔχειν, ἐπειδὴ ἐπεδήμησα μὲν
τῷ ∆αζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; Οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ὃ ἔσχον περὶ σὲ εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν ὡς φιλαλήθη ψυχὴν ὑγιὲς τῶν πραγμά των τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. Καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. Σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι