οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ψάλλοντος λύρας· "Ἐγὼ δὲ κατεστάθην βασι λεὺς ὑπ' αὐτοῦ (δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς) ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόστα γμα Κυρίου." Πλὴν οὐκ ἀσύνηθες ἦν τὸ βασιλεύειν αὐτῷ· Θεὸς γὰρ ὢν φύσει, καὶ σύνθρονος τῷ γεννή σαντι, πᾶσαν ὑπὸ πόδας ἔχει τὴν κτίσιν. Λέγεται δὲ κεχειροτονῆσθαι βασιλεὺς, διά τοι τὸ κατανεῦσαι λοι πὸν τῆς ἑαυτοῦ βασιλείας ἐπαφεῖναι τὸν ζυγὸν τοῖς ἔξω ποτὲ καὶ ὑφ' ἑτέρῳ κειμένοις. Κεκράτηκε γὰρ 77.881 τῶν ἐπὶ τῆς γῆς ἐκ πλεονεξίας ὁ Σατανᾶς. Ὁμολογή σαντες δὲ τὴν πίστιν, δέχονται παρ' αὐτοῦ διαθήκην ἐν Χεβρών. Καὶ τί τὸ "ἐν Χεβρών" ἐστι; δηλοῖ τοι γαροῦν ἡ λέξις τὴν ἕνωσιν. Ἐν Χριστῷ δὲ τὰ πάντα γεγόνασιν ἓν, καὶ συνήφθη μὲν τὰ ἄνω τοῖς κάτω, καὶ τοῖς ἄνω τὰ κάτω. Συνδεδραμήκασι δὲ πρὸς ἑνότητα καὶ ὁμοψυχίαν διὰ τῆς πίστεως, οἵ τε ἐξ αἵματος Ἰσραὴλ, καὶ μὴν καὶ οἱ πάλαι τῶν εἰδώλων θεραπευ ταί. Πλὴν ὅτι καὶ γαῦρον αὐτῷ τὸν αὐχένα, τῶν ἐξ Ἰσραὴλ ἐπανατείναντές τινες, κακοὶ κακῶς διολώ λασιν, ἐξ αὐτῶν οὐδὲν ἧττον τῶν ἐφεξῆς εἰσόμεθα· ἔχει γὰρ οὕτω· "Καὶ ἀπῆλθε ∆αβὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ, πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. Καὶ ἐῤῥέθη τῷ ∆αβίδ· Οὐκ εἰσ ελεύσῃ ὧδε, ὅτι ἀνέστησαν οἱ χωλοὶ, καὶ οἱ τυφλοὶ λέγοντες· Οὐκ εἰσελεύσεται ∆αβὶδ ὧδε. Καὶ κατελά βετο ∆αβὶδ τὴν περιοχὴν Σιὼν, αὕτη ἡ πόλις ∆αβίδ. Καὶ εἶπε ∆αβὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· Πᾶς τύπτων Ἰεβουσαῖον, ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς, καὶ τοὺς τυφλοὺς, καὶ τοὺς μισοῦντας ψυχὴν ∆αβίδ· διὰ τοῦτο ἐροῦσι· Τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου." Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῶν ἀνθισταμένων αὐτῷ πληθύν. Χωλοὶ δὲ ἦσαν καὶ τυ φλοί. Μεμνήμεθα δ' εἰπόντος Χριστοῦ περί τε τῶν Γραμματέων καὶ Φαρισαίων· "Ἄφετε αὐτοὺς, τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν." Καὶ μὴν καὶ διὰ φωνῆς τοῦ ∆αβὶδ περὶ αὐτῶν· "Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν." Ἀπαράδεκτον γὰρ ἐποιοῦντο Χρι στὸν, οἱ μήτε ὀρθοποδεῖν εἰδότες, μήτε μὴν εἰς νοῦν καὶ καρδίαν τὸ νοητὸν καὶ θεῖον εἰσοικισάμενοι φῶς, ἀλλὰ πεπτώκασιν ἐν παραξιφίδι, τουτέστιν, ἐν μα χαίραις. ∆εδαπάνηνται γὰρ πολέμῳ, κατεμπρησθεί σης τῆς χώρας αὐτῶν ὁμοῦ τῷ διαβοήτῳ ναῷ. Ὅτι δὲ, προσκεκρουκότων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, εἰ παίπεκέ τε καὶ προσελήφθη τῶν ἐθνῶν ἡ πληθὺς, καὶ Χριστὸν ἐπεγράψατο Κύριον, καὶ Βασιλέα, σαφηνιεῖ πάλιν τὰ γεγραμμένα. Καὶ γάρ φησιν· "Ἀπέστειλε Χιρὰμ ὁ βασιλεὺς Τύρου ἀγγέλους πρὸς ∆αβὶδ, καὶ ξύλα κέ δρινα, καὶ τέκτονας ξύλων, καὶ τέκτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ ∆αβίδ." Ἦν μὲν γὰρ ἀλλογενὴς ὁ Χιρὰμ, καὶ οὐκ ἀπό γε τῆς Ἰουδαίων πληθύος. Εἰδωλολάτρης δὲ μᾶλλον, καὶ ἐκ τῆς τῶν πλανωμένων ἀγέλης. Ἀλλ' ᾠκοδόμησεν οἶκον τῷ ∆αβίδ. Ἐγήγερται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ οὐ καθ' ἕνα τόπον, ἢ χώραν, ἀλλ' ἐν πάσῃ τῇ ὑπ' οὐρανὸν, οἰκο δομούντων ὥσπερ αὐτὴν τῶν ποτὲ μὲν τῇ κτίσει λα τρευόντων, καὶ ἀχλύϊ κατεσκοτισμένων διαβολικῇ, πιστευσάντων δὲ μετὰ τοῦτο καὶ πεφωτισμένων, καὶ τὸν ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα Χριστὸν, ἐν παντὶ πεποιημένων θαύματι. Πλὴν κἀκεῖνο πρὸς τού τοις ἄθρει. Ὠκοδόμητο μὲν γὰρ ὁ οἶκος τῷ ∆αβὶδ, δι' ἀλλογενοῦς τοῦ Χιράμ. Ἀνεκόμιζε δὲ τὴν κιβωτὸν εἰς αὐτὸν παρ' ἑτέροις οὖσαν, καὶ ἔξω που κειμένην, ὁ θεσπέσιος ∆αβίδ. "Καὶ ἐπορεύθη γὰρ, φησὶ, καὶ 77.884 ἀνήγαγε τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ τοῦ οἴκου Ἀβεδ δαρὰ εἰς τὴν πόλιν ∆αβὶδ ἐν εὐφροσύνῃ." Καταση μήνειε δ' ἂν ἡ κιβωτὸς τὸν διὰ Μωσέως ὠδίνουσα νόμον, τοὺς ὑπὸ νόμον καὶ σκιάν. Οἳ πάλαι μὲν ἦσαν τυφλοὶ καὶ χωλοὶ, ἐπειδὰν δὲ τὴν πίστιν εἰσοικισά μενοι προσκυνῶσιν αὐτῷ, τότε καὶ αὐτοὶ μεθ' ἡμῶν, εἰσκομισθήσονται μὲν εἰς τὸν οἶκον ∆αβὶδ, τουτέστι Χριστοῦ. Ἁπάσης δὲ ἀρετῆς ἥξουσι κατ' εὐθὺ, καὶ οἷον ὀρθῷ ποδὶ καὶ ἐρηρεισμένῳ τὴν τῆς εἰς αὐτὸν εὐσεβείας διελάσουσι τρίβον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ θεσπεσίου Παύλου· "∆ιὸ τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα, ἀνορθώσατε, καὶ τρο χιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον." Ἐπ' οὖν