1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

166

∆εσπότου καταληφθῶ, ἢ καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθεὶς καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, ἢ καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. Παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προ σευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 213.2 Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατ' ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τῶν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν Ἐκκλησιῶν συναγαγόντα μετ' αὐτῶν ὁρμῆσαι πρὸς τὸν Βασιλέα. Ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει. Τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μή τι αὐτὸς συμβουλεύσεις. Ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην. ∆ιὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παραστὰν τῇ τελειότητί σου καὶ ἐνθέῳ συνέσει φανερωθῆναι.

214.τ ΠΡΟΣ ΤΕΡΕΝΤΙΟΝ ΚΟΜΗΤΑ

214.1 Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν

κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθές) λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστὶν ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ἐπιστρέφειν. Ἔπειτα εἰς ἔννοιαν ἐλθόντες ὅτι τάχα ὁ Κύριος βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθ' ἡμᾶς Ἐκκλησίας συνέ χουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φα νῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου. 214.2 Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. Πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοὴ ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονται τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως, ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου τοῦ ἐπισκόπου. Οὓς καὶ γράμματα ἀκούω νῦν τῶν ∆υτικῶν περιφέρειν αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. Καὶ οὐ θαυμάζω τοῦτο. Οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα, οἱ δὲ καὶ δοκοῦντες εἰδέναι φιλονεικότερον μᾶλλον ἢ ἀληθέστε ρον αὐτοῖς ἐξηγοῦνται. Πλὴν ἀλλ' ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὴν ἀλήθειαν ἢ καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν δι' ἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν ὁ μακαριώτα τος ἐπίσκοπος Ἀθανάσιος. Τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενό μενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι παρακαλοῦμεν ὑπ' αὐτῶν διδαχθῆναι. Πλὴν ἀλλ' ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα. Κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθεύειν αὐτὴν δι' αὐτῶν τῶν ἔργων βεβαιουμέ νην. Οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθα ἑαυτοὺς πεῖσαί ποτε ἢ Μελέτιον ἀγνοῆσαι ἢ τῆς ὑπ' αὐτὸν Ἐκκλησίας ἐπιλαθέσθαι ἢ τὰ ζητήματα ὑπὲρ ὧν ἐξ ἀρχῆς ἡ διάστα σις γέγονε, μικρὰ ἡγήσασθαι καὶ ὀλίγην ἔχειν νομίσαι διαφορὰν