οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
αὐτοὺς τὸν νυμφίον, ὀψόμενον τοὺς ἀνακειμένους. Ἐπειδὴ δέ τινα τοῖς εὐειματοῦσιν, ἀναμὶξ ῥυπῶτα τεθέαται, καὶ τὴν τοῖς ἑορτάζουσι πρέπουσαν οὐκ ἔχοντα στο λὴν, ἐπετίμα λέγων· "Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου;" Καὶ ταῖς ἐσχάταις αὐτὸν ἐνῆκε δίκαις. Ἀλλ' ἴσως φαίη τις ἄν· Εἶτα πῶς εἰσ ῆλθεν ὅλως ὁ ῥυπούμενος; Ἐχρῆν γὰρ δή που τὴν ἀρχὴν, μηδὲ ἐφεῖναι τί ἐστιν ἀνάρμοστον τῇ πανη γύρει τὴν στολὴν ἔχουσιν εἰσβαλεῖν. Φαμὲν οὖν ὅτι καλεῖ μὲν διὰ τῆς πίστεως ἅπαντας ὁ Σωτήρ· καὶ τῆς ἄνωθεν μεγαλοδωρίας ἐν μεθέξει γενέσθαι βούλετα, καὶ εἰσελαύνουσι μὲν ἀδιακρίτως ἅπαντες. Καὶ γὰρ ἐφ' ἅπασιν ἡμῖν ἡ διὰ πίστεως χά ρις. Ἀλλ' οἱ μὲν τῇ πίστει προσεπάγοντες τὸ ἐκ τῆς ἀγαθουργίας φαιδρὸν καὶ ἀμώμητον, καὶ οἷον ἐν τάξει στολῆς τὴν ἐξ ἀρετῶν λαμπρότητα περικεί μενοι, συνδειπνήσουσι τῷ νυμφίῳ, καὶ τῆς ἁγίας καὶ νοητῆς συμμεθέξουσιν ἑορτῆς. Οἵ γε μὴν τῇ πί στει προσεπενεγκόντες οὐδὲν, ἐναπομείναντες δὲ τοῖς τῆς φαυλότητος ῥύποις, καὶ δυσέκπλυτον ἔχοντες τὴν ἐκ τῶν ἀρχαίων αἰτιαμάτων κηλίδα, οὗτοι πάντη τε καὶ πάντως ἀπόπεμπτοι μὲν τῶν ἱερῶν ἔσονται γάμων. Ἐποιμώξουσι δὲ ταῖς ἑαυτῶν ῥᾳ θυμίαις· εἰσπεπαίκασι γὰρ, οὐκ ἔχοντες ἔνδυμα γά μου. Ἐπωφελεστάτη τοιγαροῦν ἡ νηστεία, δισμή χουσα τὸ μεμολυσμένον, ἐκπλύνουσα τὸ ῥυποῦν, καὶ διὰ πόνου μικροῦ τῆς εἰς αἰῶνας δίκης ἡμᾶς ἀπαλ λάττουσα. Κατανεκροῖ γὰρ ἡδονὰς, ἀνακόπτει τῶν εἰς αἰσχρότητα καὶ φιλοσαρκίας ἐπιθυμιῶν τὴν ἔφοδον, καὶ οἷά τινι χαλινῷ περιτρέπει πρὸς εὐκο σμίαν, ἐπιεικείας ἁπάσης ἐραστὰς ἀποφαίνει, καὶ ὥσπερ τινὰ θῆρα λυττῶντά τε καὶ ἀγριαίνοντα τὸν τῆς ἁμαρτίας τιθασσεύει νόμον τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς, καὶ ἁπαξαπλῶς παντὸς ἀγαθοῦ καθ ίστησιν ἐπιμελητὰς, καὶ τὸν τῆς διανοίας αἰθέρα κα ταλαμπρύνουσα, τὸ τῆς ἀληθοῦς θεοπτίας ἀξιέρα στον φῶς εἰσοικίζεσθαι ποιεῖ. ∆ι' οὗπερ ἄν τις καὶ μόνου τὴν ὀρθὴν καὶ ἀνεπίδεκτον τῶν ἱερῶν δογ μάτων ἐπιστήμην κερδανεῖ. Ζωοποιὸν δὲ τὸ χρῆμα καὶ ὀνησιφόρον, καὶ ἀξιόκτητον ὡς ἀληθῶς, εἴπερ κὺ, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται. γʹ. Ὅτι δὲ, ὡς ἔφην, ζωῆς ἐστι τῆς εἰς αἰῶνα πρόξενον τὸ ἐν πίστει εἰς Χριστὸν διιδρύσθαι φιλεῖν, αὐτὸς πιστώσεται λέγων πρὸς τὸν ἐν οὐρανοῖς Πα τέρα καὶ Θεόν· "Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπ έστειλας Ἰησοῦν Χριστόν." Ἀλλ' ἡ μὲν πίστις παρά γε τοῖς ἐπιεικέσι καὶ φιλόθεον ἔχουσι τὴν καρδίαν, ἁπλῆ τίς ἐστι καὶ ἀληθὴς, καὶ οὐδὲν ἔχουσα παντε λῶς τὸ διαστρέφον. Ἐρεύνης δὲ καὶ βασάνων οὐ λίαν ἀνέχεται· τὸ γὰρ ὅλως πίστει παραδεχθὲν πο λυπραγμονεῖν, οὐκ ἀζήμιον. Ἀλλ' οὐ δοκεῖ ταῦτ' ἔχειν ὀρθῶς τοῖς ὅτι μάλιστα φιλοζητηταῖς, καὶ τῶν 77.892 μὲν ἀληθῶν εἰδόσιν οὐδὲν, λογισμῶν δὲ σαθρῶν εὑρὴ ἐπαυχεῖν εἰωθόσιν· "Ὧν αἱ τρίβοι σκολιαὶ, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν," καθὰ γέγραπται. "Ἀποφέρουσι γὰρ, οὓς ἂν δύνωνται, πρὸς ὄλεθρον καὶ ἀπώλειαν, ὁδοῦ τῆς εὐθείας ἀποκομίζοντες." Οὐκοῦν, ὡς ὁ θεσπέσιος γράφει ἀπόστολος, "Ἔξω ποιεῖσθαι προσήκει τοὺς κακοὺς ἐργάτας, ἔξω τοὺς κύνας," οἳ τῶν τῆς ἀληθείας καθυλακτοῦσι δογμά των, "Τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὼς γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου." Κατ αγορεύσει γὰρ οὐδεὶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τῆς αὐτοῦ δόξης κατανεανιεύεται, κα τασύρων ὥσπερ αὐτὴν εἰς τὸ ἀκαλλὲς, μὴ οὐχὶ πρό τερον ὠδινήσας ἐν ἑαυτῷ τὸν τοῦ ψεύδους εὑρετὴν, καὶ πατέρα διάβολον. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· "Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦ, εἰ μὴ ὁ ἐν Βεελζεβούλ." Παραιτητέον τοιγαροῦν τοὺς οἵ γε ταυτὶ καὶ φρονεῖν καὶ λαλεῖν ἐπιχειροῦσιν, ἑτέροις σφᾶς αὐτοὺς οἱ δείλαιοι προεμβεβληκότες ἀφύκτῳ δίκῃ. "Πλημμελοῦντες δὲ καὶ εἰς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρ τάνουσι," καὶ βαρύνουσι τὸν κλοιὸν αὐτῶν στοι βαρῶς, καθά φησιν ὁ προφήτης Ἱερεμίας. Ἀλλ' οὐκ ἂν ἁλοῖεν τοῖς παρ' αὐτῶν δελέασιν οἱ τὸ νοητὸν καὶ θεῖον εἰς νοῦν καὶ καρδίαν καταπλουτή σαντες φῶς. Εἴσεται δὲ πρὸς τούτῳ καὶ τὴν