1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

168

215.τ ∆ΩΡΟΘΕΩ ΠΡΕΣΒΥΤΕΡΩ

215.1 Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ

τῷ κόμητι, λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον. Τῷ διαψη φιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι ᾧ καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. Τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντι νουπόλεως μέχρι τῶν καθ' ἡμᾶς ὅρων πολεμίων πεπληρω μένης. Εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός· μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν ὁ θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ὁ ἀδελφός. Ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς Ἐκκλησίας, καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ, τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος;

216.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ

216.1 Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. Καὶ γὰρ

μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. Κἀκεῖθεν ἡ ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν ∆αζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς Ἐκκλησίας ἡμῶν. Ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου τοῦ ἀδελφοῦ ἡμῶν, ὃ διὰ τὸ προσεγ γίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. Οἱ μὲν γὰρ ἔφευγον οὐδενὸς διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρ' αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι. Ἐπεὶ δὲ ἐπανήλθομεν ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀρρωστίαν συνα γαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμ ματα σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς ∆ύσεως ἐπιστολάς τινας ὥσπερ τινὸς ἀρχῆς συνθήματα κεκομίσθαι, καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτεί νεσθαι καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συνάπτεσθαι τῇ καθ' ἡμᾶς Ἐκκλησίᾳ. Πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλη ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ᾧ ταχέως ἐπέστειλα καθ' ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατ' αὐτοὺς ἀπάτην.

217.τ ΑΜΦΙΛΟΧΙΩ ΠΕΡΙ ΚΑΝΟΝΩΝ

Ἀπὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν (ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου

ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν, καὶ κατ' ἐπίσκεψιν τῶν ἐπιτηδείων) καὶ τὸ σῶμά μου συντετριμμένον ἐπα ναγαγὼν καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. Ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν