οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ἐφ' ἑκά στῳ τῶν πρακτέων ἀρετὴν, καὶ τεθαυμασμένην ὁδόν. ∆εῖ γὰρ, οἶμαι, παρεσκεμμένως ἰέναι πρὸς τοῦτο, καὶ τὰ μὲν ὅσα ἐστὶ τῶν πραγμάτων μοχθηρὰ καὶ κίβδηλα, καὶ τοῖς ἱεροῖς ἀπᾴδοντα νόμοις, ἀπό βλητα καὶ ἀνέπαφα ποιεῖσθαι φιλεῖν· τά γε μὴν εἰς ἐξαίρετον καὶ τεθαυμασμένην ἀποφέροντα πο λιτείαν, καὶ σπουδῆς ἁπάσης ἀξιοῦν, καὶ κατορθοῦν ἐπείγεσθαι νεανικῶς. Γέγραπται γὰρ ὅτι, "Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς." Ὥσπερ γὰρ οὐκ ἀπόχρη πρὸς ἔνδειξιν εὐανδρίας τοῖς ἐθέλουσιν εὐδοκιμεῖν ἐν μάχαις, τὸ ἐν πανευτυχίᾳ μὲν εἶναι λαμπρᾷ, καὶ ἐν δοκήσει μόνῃ τοῦ δύνασθαι νικᾷν· προσεῖναι δὲ μᾶλλον ἀναγκαῖον αὐτοῖς, καὶ τὴν ἐξ αὐτῶν τῶν ἔργων λαμπρότητα· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, οὐκ ἂν γένοιτό τις τῆς ἀρετῆς ἐν καλῷ, τὸ ῥᾴθυμον καὶ ἀτημελὲς εἰς νοῦν ἔχων ἔτι· χρῆναι δέ φημι παντὶ σθένει καὶ πάσῃ προθυμίᾳ χρώμενον τῶν εἰς εὐσέβειαν ἐφίεσθαι σπουδασμάτων. Ἔσται γὰρ ὁ τοιοῦτος καὶ τῶν εἰς λῆξιν ἐπαίνων ἄξιος, καὶ τὴν ἐξαίρετον ἀληθῶς ἀποίσεται δόξαν, παρά τε Θεῷ καὶ ἀνθρώποις εὐδόκιμος ἀναδεδειγμέ νος. Ταῦτα τοῖς ἀρχαίοις τεθεσμοθέτηκε μὲν ὁ Μω σῆς δι' αἰνιγμάτων καὶ σκιᾶς, οἴσων γε μὴν εἰς τὸ ἐμφανὲς ἐπέφανεν ὁ Χριστὸς, αὐτὸς ὢν ἡ ἀλήθεια. Ἐπειδὴ δὲ, οὔτε τῶν πρακτέων τὴν γνῶσιν διὰ τῆς τοῦ κόσμου σκιᾶς ἀνευρεῖν ἦν δύνασθαι καθαρῶς, οὔτε μὴν ἀπόνιψιν τὴν ἀπό γε τῶν πλημμελημάτων· δεδικαίωκε γὰρ οὐδένα νόμος, κατακρίνων μᾶλλον, 77.893 ἤπερ ἀνιεὶς ἐγκλημάτων τοὺς παραβαίνοντας· προ ενόησε τῆς ἁπάντων ἡμῶν σωτηρίας καὶ ζωῆς ὁ Θεὸς καὶ Πατήρ. Ὡς γὰρ εἰδὼς τὸ πλάσμα ἡμῶν, καὶ τῆς ἐνούσης ἡμῖν διανοίας τὸ ἐφ' ἃ μὴ θέμις εὐπαρακό μιστον, δέδωκεν ἡμῖν τὴν ἐν πίστει δικαίωσιν ἐν Χριστῷ, τῶν ἀρχαίων αἰτιαμάτων ἀπαλλάττουσαν, καὶ ἀφανίζουσαν μὲν τῶν ἤδη προεπταισμένων τὴν κατάκρισιν, μεθιστῶσαν δὲ μᾶλλον εἰς καινότητα ζωῆς τὴν ἀσυνήθη τοῖς πάλαι. "Πάντα γὰρ ἐν Χριστῷ καινὰ, καὶ τὰ ἀρχαῖα παρῆλθε," κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἐπέφανε τοίνυν ἡμῖν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν καὶ Κύριος. Ἐπέφανε δὲ τίνα τρόπον; καθεὶς ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ὀφθεὶς ἄνθρωπος παραδόξως ἐπὶ τῆς γῆς. "Ἐπελάβετο γὰρ σπέρματος Ἀβραὰμ, καὶ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς," δίχα μόνης ἁμαρτίας. Οὐ γὰρ ἦν ἐφικτὸν τὴν θείαν τε καὶ ἀκήρατον φύσιν, τὴν παντὸς ἐπέκεινα νοῦ, καὶ πέρα λόγου καὶ θαύματος, τοῖς τῆς ἁμαρτίας ἁλῶναι βρόχοις. "Φῶς γάρ ἐστι τὸ ἀληθινὸν, καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν." Ἐπειδὴ δὲ καθ' ἡμᾶς ἦν ὁρώ μενος ἄνθρωπος, ἵνα μὴ τοῦτο μόνον ὑπάρχειν νομί ζηται παρά γε τῶν οὐκ ἀκριβῶς ἐγνωκότων τὸ περὶ αὐτοῦ μυστήριον, ὑπάρχων δὲ μετὰ τούτου, καὶ τῶν ὅλων Θεὸς γνωρίζεται, διὰ πλείστων ὅσων ἡμῖν μεγαλουργημάτων ἰσοφυᾶ καὶ ὁμοούσιον ἑαυτὸν ἀπέφηνε τῷ Πατρί. Τοιγάρτοι καὶ ἔφασκεν· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·" νεύματι γὰρ καὶ θελήσει μόνῃ τὰ πέρα λόγου πληρῶν, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως τοῦ γεννήσαντος, καὶ δορυφορούμενος μὲν ὑπὸ τῶν ἁγίων ἀγγέλων· μετὰ γὰρ τὸν τοῦ διαβόλου πειρασμὸν, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ· θεοπρεπῶς δὲ τῇ κτίσει κατὰ καιροὺς ἐπιπλήττων· ἔφη γὰρ τῇ θαλάσσῃ· "Σιώπα, πεφίμωσο," καὶ ῥαγδαίοις πνεύμασιν ἐκέλευσεν ἠρεμεῖν, ὅτε καὶ πάντες οἱ μαθηταὶ ταῖς καθηκούσαις αὐτὸν εὐφη μίαις στεφανοῦντες, ἔλεγον· "Ἀληθῶς Θεοῦ Υἱὸς εἶ." Ἦν μὲν οὖν, ὡς ἔφην, ἀπό γε τῶν μεγαλουργου μένων ἀκονιτὶ κατιδεῖν, ὡς Θεός τέ ἐστιν ἀληθῶς, καὶ Θεοῦ τοῦ κατὰ φύσιν Υἱός. Ἀλλ' οὐκ οἶδ' ὅπως, καί τοι τὴν διὰ τοῦ νόμου παιδαγωγίαν λαχόντες οἱ ἐξ Ἰσραὴλ, καὶ ταῖς τῶν ἁγίων προφητῶν ἐντυχόν τες συγγραφαῖς, εἰς τοῦτο πεπτώκασι δυσβουλίας, ὡς ἀγνοῆσαι μὲν αὐτὸν, κατεξανίστασθαι δὲ πικρῶς, καὶ συκοφαντεῖν ἀνοσίως τὰ δι' ὧν ἦν εἰκὸς οὐ με τρίαν δύνασθαι κερδάναι τὴν ὄνησιν, καὶ ὡς ἀπό γε τῆς τῶν δρωμένων λαμπρότητος τῆς ἐνούσης αὐτῷ δυνάμεως κατιδεῖν εὐκόλως τὴν ὑπερφυᾶ καὶ πέρα μέτρων ὑπεροχήν.