οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἀλλ' ἔξω μὲν ᾔεσαν σκοποῦ, διεκπίπτοντες δὲ ὥσπερ εἰς ἀκάθεκτον ἀγριότητα καὶ εἰς ἀκράτους ὀργὰς ἀσυνέτως καταθηγόμενοι, ἐπεπήδων οἱ δείλαιοι ποτὲ μὲν λέγοντες, "∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" ποτὲ δὲ καὶ λίθοις κατασφενδονῶντες αὐτὸν, καὶ τελευτῶντες, 77.896 ἐσταύρωσαν, καί τοι τοῦ νόμου λέγοντος ἐναργῶς, "Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς." Ἄρ' οὖν ἐπὶ ποίαις αἰτίαις ἀπεκτόνασι τὸν Ἰησοῦν; Ἀλλ' οὐκ ἂν ἔχοιεν εἰπεῖν· "Οὐκ ἂν ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ," καθὰ γέγραπται. Καὶ γοῦν ἀθυροστομοῦντας ἐλέγχων, καὶ εἰς ἐκτόπους ὀργὰς ἐκπικραινομένους τιθασσεύων, ἔφασκε· "Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;" Ὅτι γὰρ ἐλήλεγκται μὲν παρ' αὐτῶν ἐπ' οὐδεμιᾷ παντελῶς αἰτίᾳ, κατεψηφηφόρουν δὲ μᾶλλον αὐτοῦ τὴν ἐπὶ θανάτῳ δίκην οἱ τάλανες, εἰκῆ κατατεθηγμέ νοι, κἀντεῦθεν ἂν μάθοις. Προσεκόμιζον μὲν γὰρ τῷ Πιλάτῳ, καὶ δὴ σταυροῦσθαι παρεκάλουν. Εἶτα λέ γοντος ἐκείνου, "Τί γὰρ κακὸν ἐποίησε;" γραφὴν ἐποιοῦντο Χριστῷ τὴν ἀλήθειαν, οὐδὲ ὀρθῶς ἑρμη νεύοντος τὴν τοῦ πράγματος φύσιν. Ἔφασκον γάρ· "Υἱὸν Θεοῦ ἑαυτὸν ἐποίησεν." Ἀλλ' ὅ γε τῆς ἀληθείας ὑπασπιστὴς, ταῖς ἐκείνων βδελυρίαις ἀνταναστήσεται λέγων· Οὐχ ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀλλ' ἔστι τοῦτο κατὰ ἀλήθειαν. Οὐ γὰρ ἔξωθεν, οὔτε μὴν ἐπακτὸν ἢ εἰσποιητὸν εἶναι τὸ χρῆμα αὐτῷ, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν, τοῦτο πρὸς ἡμῶν εἶναι πιστεύεται. Υἱοὶ μὲν γὰρ Θεοῦ κατὰ θέσιν ἡμεῖς, ὡς πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Οὐκ ὄντος γε μὴν τοῦ κατὰ ἀλήθειαν Υἱοῦ, πρὸς τίνα λοιπὸν οἱ κατὰ θέσιν μορφούμεθα; τὸν τίνος ἔχοντες χαρακτῆρα; ποῦ δὲ ὅλως τὸ κατὰ μίμησιν, εἰ μὴ ὑφεστάναι φαμὲν τὴν ἀλήθειαν; Ἀλλ' ἠγνόησαν ὁλο τρόπως τὸ σεπτὸν καὶ σωτήριον τῆς ἐνανθρωπήσεως κήρυγμα, οὐ συνῆκαν τὰ τοῦ Μωσέως, οὔτε μὴν τὰ τοῖς ἁγίοις προφήταις διὰ τοῦ ἁγίου Πνεύματος κε χρησμῳδημένα περὶ αὐτοῦ. Οὐ γὰρ ἄνθρωπος ἑαυτὸν ἐποίησεν Υἱὸν Θεοῦ, ἀληθὲς δὲ μᾶλλον τὸ ἔμπαλιν. Υἱὸς γὰρ ὑπάρχων φύσει τε καὶ ἀληθείᾳ τοῦ ἐπὶ πάντας Θεοῦ, γέγονεν ἄνθρωπος, ἵνα τὸ ἴδιον αἷμα τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα δοὺς, πάντας ἐξέλη ται καὶ θανάτου καὶ ἁμαρτίας. δʹ. Ἔχεις ἐν νόμῳ καθάπερ ἐν πίνακι τὸ χρῆμα γραφόμενον. Πολυπραγμόνησον τὰ Μωσέως, ἄφελε τὴν σκιὰν, εἴσελθε βραχὺ εἰς τὸ ἐσώτερον τοῦ κατα πετάσματος. Μὴ ἐναπομείνῃς τῇ πρώτῃ σκηνῇ τῇ στάσιν τυχούσῃ. ∆οκίμαζε τὰς τοῦ μακαρίου Παύλου φωνάς. Τί γὰρ ἔφη, τὸν περί γε τούτων ἡμῖν ποιούμε νος λόγον; "Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία. Μετὰ δέ γε τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων." Ἀλλ' εἰς μὲν τὴν πρώτην, φησὶν, σκηνὴν εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Εἰς δὲ τὴν δευτέραν, μόνος ὁ ἀρχιερεὺς, "Οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·" τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, οὔπω πεφανῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Οὐκοῦν ἡ μὲν πρώτη σκηνὴ στάσιν ἔχουσα, καταση μήνειεν ἂν τῆς ἐν νόμῳ λατρείας τὴν δύναμιν, οὐκ εἰσκομιζούσης τινὰς εἰς τὰ Ἅγια τῶν ἁγίων, οὕτε 77.897 μὴν πεμπούσης ἐσωτέρω τοῦ καταπετάσματος. Μό νοις γὰρ ἡμῖν ἐνεκαίνισεν ὁ Χριστὸς τὴν ἁγίαν ταύ την καὶ τριπόθητον εἰσδρομήν. Ἐπειδὴ δὲ ὅλως εἰσκεκομίσμεθα, καὶ ἀφῄρηται τῆς ἁπάντων ἡμῶν διανοίας τὸ καταπέτασμα, φέρε λοιπὸν ἰσχνῶς, καὶ καθαρωτάτοις ὄμμασι τὰ κεκρυμμένα ζητήσωμεν, καὶ οἱονεὶ περιῤῥήξαντες τὴν τοῦ νόμου σκιὰν, ἴδωμεν τὴν ἀλήθειαν. Ὠήθησαν μὲν οὖν, ὡς ἔφην, ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οἱ ἐξ Ἰσραὴλ, καὶ θανάτῳ κάτοχον ἀποφῆναι δύνασθαι τὴν ζωὴν, τουτέστι Χριστόν. Ἀλλ' ἡμάρτανον τοῦ σκοποῦ, βάλλοντες εἰκῆ, καὶ πονοῦντες ἐπ' οὐδενὶ, καὶ, καθά φησιν ὁ προφήτης ∆αβὶδ, "διαλογιζόμενοι βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆναι." Εὐτεχνέστατα γὰρ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ αὐτὸς ὑπάρχων ἡ πᾶσα σοφία, τὸ ἐκ διαβολικῆς δυστροπίας ἐσκευασμέ νον, πρόφασιν ἐποιεῖτο σωτηρίας καὶ ζωῆς, τῆς