170
ὁμολογήσασα, καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας, τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθ' ἑαυτὴν ζωῆς πληρώσει. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων, καὶ ἐκπι πτόντων. 217.61 Ὁ κλέψας, εἰ μὲν ἀφ' ἑαυτοῦ μεταμεληθεὶς κατη γορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοι νωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι. Μερισθήσεται δὲ αὐτῷ ὁ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν, καὶ τότε ἀξιούσθω τῆς κοινωνίας. 217.62 Ὁ τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρσεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομη θήσεται. 217.63 Ὁ ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται. 217.64 Ὁ ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑπο πίπτων, ἐνιαυτὸν συνεστὼς μόνον, καὶ τότε τῆς κοινωνίας ἀξιούμενος. 217.65 Ὁ γοητείαν ἢ φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας. 217.66 Ὁ τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· ἐν δυσὶ προσκλαίων, ἐν τρισὶν ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστώς, καὶ τότε δεχθησόμενος. 217.67 Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολο γήσεται. 217.68 Ἡ τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώ πων στάσις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται. 217.69 Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀπρόκοπος. Κλεψιγαμήσας δὲ ἄνευ μνηστείας παυθήσεται τῆς ὑπηρεσίας. Τὸ δὲ αὐτὸ καὶ ὑπηρέτης. 217.70 ∆ιάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας τῆς λειτουργίας ἐπισχεθήσεται, τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. Τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. Εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν ᾖ βαθμῷ, καθαιρεθήσεται. 217.71 Ὁ συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτη μάτων καὶ μὴ ὁμολογήσας, ἀλλ' ἐλεγχθείς, τοῦ τοσούτου χρόνου εἰς ὃν ὁ ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ. 217.72 Ὁ μάντεσιν ἑαυτὸν ἐπιδοὺς ἤ τισι τοιούτοις τὸν χρόνον τῶν φονέων καὶ αὐτὸς οἰκονομηθήσεται. 217.73 Ὁ τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει, καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ᾧ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας. 217.74 Ἐὰν μέντοι γε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμέ νοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολο γούμενος, ὁ πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο τὸ ὑπερ βάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώ σεως ἄξιος, τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν. 217.75 Ὁ ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἢ ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. Μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκὼς καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς Κύριον τὰς δεήσεις. Μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω καὶ μὴ καταξιούσθω προσευχῆς. Ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συν τριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ἡ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. Καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω