Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἐναντίων πολὺς ὁ μισθός. Οὐκ ἄρα ἐστὶ ποίημα, Θεὸς δὲ μᾶλλον, ἀκατηγορήτως τε καὶ ἀνεγκλήτως παρὰ πάσης ὁμοῦ τῆς κτίσεως προσκυνούμενος. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ. Εἰ ποίημα καὶ κτίσμα, κατ' ἐκείνους, ἐστὶν ὁ Υἱὸς, 75.536 πάντα δὲ δι' αὐτοῦ γεγονότα φαίνεται, ἐαυτὴν ἡ κτίσις δημιουργεῖ, καὶ μάτην ὡς ποιητὴς ἐπικομπάζει, λέγων· Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. Ἀλλ' οὐδὲ[ν] τῶν πεποιημένων φαίνεται δημιουργοῦν, Θεὸν δὲ ἡ κτίσις ἀνακηρύττει τὸν ποιητήν. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ τῶν ποιημάτων ἓν, κατὰ τὴν τῶν πλανωμένων ἀβουλίαν τε ὁμοῦ καὶ ἀσέβειαν. ΑΛΛΟ. Ἦν τὸ φῶς τὸ ἀληθινόν. Εἰ φωτὸς ὄντος ἀληθινοῦ τοῦ Πατρὸς, φῶς ἀληθινόν ἐστι καὶ ὁ Υἱὸς, ποίαν ἕξει τὴν διαφορὰν, κατά γε τὸν τῆς φύσεως λόγον, ὡς πρὸς αὐτὸν ὁ ἐν ἴσῃ τάξει καὶ κατὰ τοῦτο τιθέμενος αὐτῷ; Εἰ δὲ ὑπάρχων ἑτεροφυὴς, κατὰ τὴν τῶν ἀνοσίων αἱρετικῶν ἀβουλίαν, ἀληθινὸν εἶναι δύναται φῶς, τίς ἡ ἐπιτήρησις τοῖς ἁγίοις εὐαγγελισταῖς; Τί δὲ ὡς μέγα καὶ ἐξαίρετον τῷ Θεῷ καὶ Πατρὶ τὸ εἶναι φῶς ἀληθινὸν ἀπονέμουσι; Φαίνεται γὰρ, καίτοι κατ' ἐκείνους γενητὸς ὢν ὁ Υἱὸς, φῶς ὑπάρχων ἀληθινόν. Εἴπερ οὖν ἄβατα τοῖς γενητοῖς ἐστι τὰ θεῖα πλεονεκτήματα, καὶ οὐκ ἄν τι τῶν πεποιημένων οὐσιωδῶς, ἤτοι κυρίως, τοῦτο ὑπάρχει ποτὲ, ὅπερ ἂν εἴη φυσικῶς κατά τι γοῦν ὁ ἐπὶ πάντων Θεός· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰρήσθω τῇ κτίσει. Εὑρίσκεται δὲ φυσικῶς ἐνυπάρχοντα τῷ Υἱῷ τὰ τοῦ Πατρὸς ἴδια. Ὁμοούσιος ἄρα ἐστὶν ὡς πρὸς αὐτὸν, καὶ τοσοῦτον τῆς τῶν γενητῶν ὁμογενείας ἀπῳκισμένος, ὅσον ἄν τις ἴδοι καὶ τὸν γεννήσαντα αὐτόν. ∆ιὰ τοῦτο καὶ ἄβατον ἔχει τὸ θεοπρεπὲς ἀξίωμα, καὶ τοῦτο οὐ μερικῶς, ἀλλ' ὁλοκλήρως. ΑΛΛΟ. Ἧν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Εἰ τὸ ἀποστελλόμενον τῷ κόσμῳ φῶς παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Λόγος ἐστὶν ὁ ἒξ αὐτοῦ προελθὼν, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω· καὶ πάλιν· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· πρὸς αὐτὸν ἄρα φησὶ καὶ ὁ μακάριος Ψαλμωδὸς, τὴν πνευματικὴν ἀνακρουόμενος λύραν· Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεὸς, φῶς εἰς τὸ σκότος μου. Ὅτε τοίνυν κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν ὁ μακάριος ∆αβὶδ ἐν Πνεύματι Κύριον αὐτὸν ὁμολογεῖ καὶ Θεὸν, πῶς ἔσται ποίημα, κατὰ τίνα δὲ τρόπον γενητὸς ὅλως ὁ φύσει Θεός; ΑΛΛΟ. Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Περιαθρείτω μοι πάλιν καὶ τοῦτο τοιῶσδε, καὶ ἀκουέτω καὶ νῦν ὁ φιλεγκλήμων αἱρετικός. Τόπος ὥσπερ οἰκεῖός ἐστιν ἑκάστῳ τῶν ὄντων, ὁ ἴδιος τῆς φύσεως λόγος, ἢ καὶ τὸ τοῦ προσόντος ἀξιώματος μέτρον. Οἷον ἐπὶ μὲν τοῦ λόγου τοῦ κατὰ τὴν φύσιν, ἐγὼ μὲν ἄνθρωπος, ἄγγελος δὲ ἕτερος. Τὸ δὲ ὅσον εἰς ἀξίωμα, τὸ μέν τοι δοῦλόν ἐστι, τὸ δὲ οὐ τοῦτο τυχὸν, ἀλλ' ἐλεύθερον. Ἀλλ' ὅταν τι τούτων τῷ βελτιοῦν εἰδότι συμπλακὲν, ἕτερόν τι 75.537 φαίνηται γεγονὸς παρ' ὅπερ ἦν ἐξ ἀρχῆς, ἐξηλκύσθη τρόπον τινὰ τοῦ οἰκείου τόπου, καὶ πρὸς τὴν τοῦ βελτιοῦντος μετακεχώρηκε θέσιν. Τοῦτο καὶ ἡμεῖς ὑπομείναντες, εἰς υἱότητα τὴν Θεοῦ καὶ Πατρὸς μετέστημεν ἐκ δουλείας, τὸ μὲν οἰκεῖον ἐκβεβηκότες μέτρον, εἰς δὲ τὸ τοῦ χαριζομένου καὶ τοῦτο ἡμῖν μεταπηδήσαντες, εἰ καὶ μὴ τῇ φύσει κατὰ γοῦν τὸ κεκλῆσθαι τέκνα Θεοῦ. Ἆρ' οὖν οὐκ ὠφελῆσθαι τὴν ἀνθρώπου φύσιν κατὰ τοῦτο φήσομεν; Ἀλλ' ἔστιν ὁμολογούμενον. Εἶτα τίς ἔσται τῆς ὠφελείας ὁ τρόπος, εἰ μηδὲν ὅλως τὸ μεταξὺ ποιήματος καὶ Υἱοῦ; Ποία δὲ ὅλως ἐν ἡμῖν φαίνεται μετάστασις ἡ ἐπὶ τὸ ἄμεινον, εἰ μηδὲν ἐν υἱότητι τὸ πλέον παρὰ τὸ πεποιῆσθαι κείσεται; Ἢ πῶς ἂν αὐτοὶ χρηματίσαιμεν υἱοὶ, ὡς λαβόντες ἐν αὐτοῖς τὸν τοῦ Θεοῦ Λόγον, εἰ μὴ κατὰ φύσιν Υἱὸς ὑπάρχει τοῦ Πατρός; Εἰ δὲ Υἱὸς κατὰ φύσιν ἐστὶ, πῶς ἂν εἴη καὶ ποίημα, οὐκ ἐνδεχομένου μὴ πάντως ἐκ τῆς τοῦ γεννήσαντος εἶναι φύσεως, ὅπερ ἂν εἴη γεννηθὲν ὑπό τινος; ΑΛΛΟ. Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, θετὸς ἄρα καὶ διεψευσμένος. Ἀλλ' εἴπερ ἀλήθεια καὶ τῆς ἀληθείας ἐργάτης ἐστὶ, πῶς ἂν εἴη καὶ