1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

172

καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν μηδὲ συνῆκαν ὅτι διὰ ταῦτα ἦλθεν ἐφ' ἡμᾶς ἡ ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; Ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν, συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ Πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.

218.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ

218.1 Τὴν μὲν χρείαν, ἧς ἕνεκεν παρεγένετο ὁ ἀδελφὸς Αἰλιανός,

κατώρθωσεν ἐφ' ἑαυτοῦ οὐδεμιᾶς παρ' ἡμῶν συνεργίας προσδεηθείς. Ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. Καὶ προσα γορεύομεν οὖν δι' αὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην, καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν νῦν, εἴπερ ποτέ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσ δεομένων. Τὸ γὰρ σῶμά μου ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβὲν ὑπὸ ἀρρωστίας συνέχεται οὐκ ἀνεκτῶς. Ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὗ ὡς ὑπ' ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελα θόμην), νῦν δὲ ὑπομιμνήσκω ἵνα καταξιώσῃς ἄνδρα σπου δαῖον πέμψαι εἰς τὴν Λυκίαν καὶ κατασκέψασθαι τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. ∆εῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτούς, εἴπερ ἀληθῆ ἐστιν ἅ τις τῶν ἐκεῖθεν παραγενο μένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς. Εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζη τησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον καὶ ἐν Λιμύρᾳ ∆ιάτιμον καὶ ἐν Κύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον. Τούτους καὶ ἔτι πλείους ἀνεγνώρισέ τις ἡμῖν ὡς ὑγιαίνοντας περὶ τὴν πίστιν, καὶ πολλὴν ἔσχον χάριν τῷ Θεῷ, εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρε τικῶν. Ἐὰν μὲν οὖν ᾖ δυνατόν, τέως ἄνευ γραμμάτων αὐτοὺς κατασκεψώμεθα· πεισθέντες δέ, λοιπὸν καὶ ἀπο στέλλομεν ἐπιστολὴν καὶ σπουδάζομέν τινα ἐξ αὐτῶν προσκαλέσασθαι εἰς τὴν συντυχίαν ἡμῶν. Γένοιτο δὲ πάντα ἐν καιρῷ περὶ τὴν ποθεινοτάτην ἡμῖν Ἐκκλησίαν τὴν Ἰκονίου. Πάντα τὸν τίμιον κλῆρον καὶ τοὺς συνόντας τῇ θεοσεβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ.

219.τ ΤΩ ΣΑΜΟΣΑΤΩΝ ΚΛΗΡΩ

219.1 Ὁ πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς

ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ ὃ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διαδειχθῆναι εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθ' ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχω ρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχ θῆναι οἷον δύνασθαί τινας περιτρέψαι ἢ διασαλεῦσαι ἀπὸ τῆς πίστεως τῆς εἰς τὸν Χριστόν. Κούφοις γὰρ καὶ εὐκατα γωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατ' αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς ὑπομονῆς ηὐτρέπισεν. Ἀλλ' ὁ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν ὁ ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τῇ χρηστότητι τοῦ Θεοῦ, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος