1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

173

κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρο νοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. ∆ιὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμ ματος τοῦδε παράκλησιν. Εἰ μὲν οὖν ἦν δυνατόν, αὐτὸς ἂν παραγενόμενος δι' ἐμαυτοῦ ἱκέτευσα ὑμᾶς. Ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθ' ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλο νεικίαν καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις. 219.2 Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ ὁ ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον, καὶ ἀνεπαισχύντως ἐφ' ἑαυτὸν δεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ ᾖ, ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθή, τίς πρῶτος καταξιωθῇ υἱὸς Θεοῦ κληθῆναι, διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. Ἐπέστειλε δὲ καὶ ὁ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν τὰ πρέποντα, καὶ ἐπιστέλλει πάλιν τὰ ἐπι βάλλοντα αὐτῷ. Πλὴν ἀλλὰ καὶ ἡμεῖς διὰ τὸ ἔτι συγκεχωρῆ σθαι ἐγγύτεροι ὑμῶν εἶναι ἀμελεῖν τῶν καθ' ὑμᾶς οὐ δυνά μεθα. Ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου καὶ εἰπόντος τὴν Ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες ἡσυχάσαι οὐκ ἠνεσχόμεθα, ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε ὃ νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβε βόηται, ὅτι οἱ πάντες ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκο νομούμενοι ἐν ἑνὶ σώματι οὕτω διάγετε. Πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖ ναι. Οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι.

220.τ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΒΕΡΟΙΑ

220.1 Μεγάλην ὁ Κύριος ἔδωκε παραμυθίαν τοῖς ἀπολιμπανο μένοις τῆς κατ'

ὀφθαλμοὺς συντυχίας, τὴν διὰ τοῦ γράμ ματος ὁμιλίαν ἐξ ἧς ἐστι μανθάνειν οὐ τὸν σωματικὸν χαρακτῆρα, ἀλλ' αὐτῆς τῆς ψυχῆς τὴν διάθεσιν. Ὅθεν καὶ νῦν δεξάμενοι τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, ὁμοῦ τε ἐγνωρίσαμεν ὑμᾶς καὶ τὴν περὶ ὑμᾶς ἀγάπην ταῖς καρδίαις ἡμῶν ἀνελάβομεν, οὐ δεηθέντες χρόνου μακροῦ συνήθειαν ἐμποιοῦντος ἡμῖν. Ἐξ αὐτῆς γὰρ τῆς ἐναποκειμένης τοῖς γράμμασι διανοίας εἰς τὸ φίλτρον τοῦ κάλλους τῆς ψυχῆς ὑμῶν ἐξεκαύθημεν. Καὶ γὰρ πρὸς τοῖς ἐπεσταλμένοις, τοι ούτοις οὖσιν, ἔτι καὶ ἡ τῶν μεσιτευόντων ἀδελφῶν ἐπιτη δειότης ἐναργέστερον ἡμῖν ἐδείκνυ τὰ καθ' ὑμᾶς. Ὁ γὰρ πο θεινότατος καὶ εὐλαβέστατος συμπρεσβύτερος ἡμῶν Ἀκάκιος, πλείονα τῶν ἐπεσταλμένων διηγούμενος καὶ ὑπ' ὄψιν ἄγων τὴν καθημερινὴν ὑμῶν ἄθλησιν καὶ τὴν εὔτονον ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν, τοσοῦτον ἡμῖν ἐνεποίησε τὸ θαῦμα καὶ τοσοῦτον ἤγειρε τὸν πόθον τῆς ἀπολαύσεως τῶν ἐν ὑμῖν καλῶν, ὥστε προσεύχεσθαι ἡμᾶς τῷ Κυρίῳ γενέσθαι ποτὲ καιρὸν καὶ διὰ τῆς οἰκείας πείρας γνωρίσαι τὰ καθ' ὑμᾶς. Καὶ γὰρ ἀπήγγειλεν ἡμῖν οὐ μόνον ὑμῶν τῶν τὴν λει τουργίαν τοῦ θυσιαστηρίου πεπιστευμένων τὴν ἀκρίβειαν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς τὴν συμφωνίαν καὶ τῶν καθηγου μένων τῆς