174
πόλεως καὶ προπολιτευομένων αὐτῆς τὸ μεγαλο φυὲς τῶν τρόπων καὶ τὸ γνήσιον τῆς περὶ Θεὸν διαθέσεως, ὥστε μακαρίσαι ἡμᾶς τὴν ἐκ τῶν τοιούτων συμπληρουμέ νην Ἐκκλησίαν καὶ εὔχεσθαι νῦν πλέον δοθῆναι ὑμῖν τὴν πνευματικὴν γαλήνην, ἵνα, ἃ νῦν ἐν τῷ καιρῷ τῆς ἀθλήσεως ἐπεδείξασθε, τούτων ἐν τῷ τῆς ἀνέσεως χρόνῳ κομίσησθε τὴν ἀπόλαυσιν. Πέφυκε γάρ πως τὰ δυσχερῆ κατὰ τὴν πεῖραν ἡδονὴν φέρειν τοῖς ὑπομιμνησκομένοις. Τὸ δὲ νῦν ἔχον παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν, μὴ ἀπαγορεύειν πρὸς τὴν συνέχειαν τῶν κακώσεων. Ἐγγὺς γὰρ οἱ στέφανοι καὶ ἐγγὺς ἡ ἀντίληψις τοῦ Κυρίου. Μὴ ἐκχέητε τὰ προπεπονη μένα ὑμῖν, μὴ ἀχρειώσητε τὸν κόπον τὸν διὰ πάσης τῆς οἰκουμένης βεβοημένον. Ὀλιγοχρόνιοι τῶν ἀνθρωπίνων πραγμάτων αἱ καταστάσεις· «Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσε, τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.» Τῆς διαμενούσης ἐντολῆς ἀντεχόμενοι τῆς παρερχομένης φαντασίας καταφρονήσωμεν. Πολλὰς Ἐκκλησίας ἀνώρθωσε τὸ καθ' ὑμᾶς ὑπόδειγμα. Πολύν, κατὰ τὸ λανθάνον, ἑαυτοῖς συνηγάγετε τὸν μισθὸν δι' ὧν τοὺς ἀπειροτέρους εἰς τὸν ὅμοιον ζῆλον προσεκαλέσασθε. Πλούσιος ὁ μισθαποδότης, δυνάμενος ὑμῖν ἄξια χαρίσασθαι τῶν ἀγώνων τὰ ἔπαθλα.
221.τ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΒΕΡΟΙΑ
221.1 Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβε βοημένης ὑμῶν
εὐλαβείας καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. Καὶ ἴσως ἄν τις ὑμῶν φαίη· «καὶ τίς ὁ εἰς τὴν μακρὰν ταύτην διαπορθμεύσας;» Κύριος αὐτός, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν φαίνειν ποιεῖ καθ' ὅλης τῆς οἰκουμένης. Ἢ οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς ἡ τοῦ ἔργου ἐπίνοια; Εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος ἡ μνήμη δια μένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας περὶ ὧν αὐτός φησιν ὁ Κύριος· «Τοὺς δοξάζοντάς με δοξάσω», πῶς οὐχὶ γνωρί μους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπλῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν; Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύεσθε. Ἐφ' οἷς συνηδό μεθα ὑμῖν καὶ συνευχόμεθα ὅπως ὁ τῶν ὅλων Θεός, οὗ ὁ ἀγὼν καὶ οὗ τὸ σκάμμα καὶ δι' οὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν διευδο κίμησιν τὴν παρ' αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ.
222.τ ΠΡΟΣ ΧΑΛΚΙ∆ΕΑΣ
222.1 Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ
θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισ ταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσ χυθέν. Ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασ μῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν καὶ τῇ μνήμῃ τῶν καθ' ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Ὁ γὰρ ἐμπρησμὸς ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέ ξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ Ἐκκλη σιῶν ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. Ἅπτεσθαι δ' οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε τῷ πνεύματι