175
τοῦ στόματος αὐτοῦ καὶ διακό ψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. Τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα καὶ εὔχεσθαι μεθ' ὑμῶν στεφανίτης ἀναρρηθῆναι; Προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμά των, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς Ἐκκλησίας ὑμεῖς οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται καὶ οἱ καθ' ἕνα τοῦ λαοῦ καὶ οἱ δυνατώτεροι. Τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. ∆ιὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπι χειρήσεως οὐδεμίαν παρέχοντες ἀπ' οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις. Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην καὶ τὴν ἀφ' ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. Ὀφθαλμῶν γὰρ τὰ καθ' ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προση κούσης προνοίας ἀποστερεῖται. Ὥστε παρακαλοῦμεν ὑμᾶς, ὃ ποιεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθ' ἕκαστον καὶ θάλπειν ὡς τέκνα ἀγαπητά, τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώ ζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς Ἐκκλησίας σώζηται μὲν ὑμῶν ἡ ἰσχὺς καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. Ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν, καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς ἐν τῇ λαμ πρότητι τῶν ἁγίων, μετὰ τῶν δι' ὑπομονῆς καὶ πάσης ἐπι δείξεως ἀγαθῶν ἔργων εὐδοκιμούντων στεφανωθέντας.
223.τ ΠΡΟΣ ΕΥΣΤΑΘΙΟΝ ΤΟΝ ΣΕΒΑΣΤΗΝΟΝ
223.1 Καιρός, φησί, τοῦ σιγᾶν καὶ καιρὸς τοῦ λαλεῖν, τοῦ Ἐκκλησιαστοῦ
λόγος. Οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης ὁ τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων, ἐπεὶ καὶ ὁ μέγας Ἰὼβ πολὺν χρόνον τὰς συμφορὰς ἤνεγκε σιωπῇ, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος τῷ ἐγκαρτερεῖν τοῖς δυσφορωτάτοις πάθεσιν. Ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διῆλθε καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγη δόνα, τότε ἀνοίξας τὸ στόμα ἐφθέγξατο ἐκεῖνα ἃ πάντες ἴσασι. Καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα λέγοντος· «Ἐγε νόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.» ∆ιὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. Τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ καὶ συκο φαντία περιφέρει πτωχόν. Εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκο φαντίας κακὸν ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς ὁ Λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους, καὶ τὸν πτωχόν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· «Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐκ ἀκούουσι, πορεύσομαι πρὸς τοὺς ἁδρούς», πτωχοὺς δὲ τοὺς περὶ τὴν σύνεσιν ἐνδεῶς ἔχοντας λέγων, καὶ ἐνταῦθα, δηλονότι), τοὺς οὔπω κατηρ τισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθακότας τῆς ἡλικίας μέτρον (τούτους