οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
τὸ ἐξήνιον, εἶτα τε λευτῶντες ἐσταύρωσαν, ἀποπεφοίτηκεν αὐτῶν, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις ἑαυτὸν ἐχαρίσατο. Ἦν μὲν γὰρ οὐκ ἀμήχανον αὐτῷ τὸ μὴ ἀνασχέσθαι παθεῖν. Ἐπειδὴ δὲ τὴν τῶν νεκρῶν ἀναβίωσιν ἡμῖν ἐπηγγεί λατο, φορητὸν ἐποιήσατο τὸ παθεῖν· ἵνα πατήσας τὸν θάνατον, καὶ ἀναστὰς ἐκ νεκρῶν, "ἀπαρχὴ γέ νηται τῶν κεκοιμημένων," καὶ ἀραρότως πιστεύω μεν, ὅτι καταλύσει τὴν φθορὰν, καὶ τῶν ἡμετέρων ἀποσοβήσει σωμάτων τοῦ θανάτου τὴν ἔφοδον, ζωὴ κατὰ φύσιν ὑπάρχων καὶ ζωοποιὸς, ὡς Θεός. Ἵνα δὲ πρὸς τούτῳ καὶ αὐτὴν ἡμῖν ἀποφήνῃ βάσιμον καὶ εὐήλατον τὴν εἰς τὰ ἄνω τρίβον, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς ἐψυχωμένης νοερῶς. Καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν, ἐπ έκεινα παντὸς γενητοῦ, καὶ ἐν κυριότητι φυσικῇ. Καὶ ἀκατάσειστον τὴν βασιλείαν ἔχων, ἥξει τε κατὰ καιροὺς "ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγ γέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ," καθὰ γέγραπται. Ὡς οὖν ἀπολογεῖσθαι μέλλοντες τῷ κριτῇ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Κατορθώσωμεν πάντα τρό πον ἐπιεικείας. Τὴν δικαιοσύνην ἀγαπήσωμεν, τὴν ἀγάπην, τὴν ἐγκράτειαν, τὴν φιλαλληλίαν, τὴν φιλο πτωχίαν. Ἐλεήσωμεν ὀρφανοὺς, χήρας δάκρυον ἀνα κόψωμεν, ἐπισκεψώμεθα δεσμίους. Ἀῤῥωστοῦντας ἀνακτησώμεθα ταῖς φιλοφροσύναις, καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἀρετῆς κατορθοῦν σπουδάσωμεν. Οὕτω γὰρ, οὕτως εὐαρεστήσομεν τῷ πάντων ἡμῶν Σωτῆρι Χρι στῷ. Ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ βαθείᾳ σαββά του, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Ἵνα καὶ τοῦτον τὸν καιρὸν ὀρθῶς καὶ μετ' εὐσεβείας διαδραμόντες τῆς τῶν ἁγίων ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
ΛΟΓΟΣ Κϛʹ.
αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ πανσόφου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ τοῖς
ἐν πίστει δεδικαιωμέ νοις, καὶ ἡγιασμένοις ἐν πνεύματι· "Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις·" καιρὸς καρτε ρίας καὶ ὑπομονῆς· καιρὸς ἐξαιρέτων ἀνδραγαθη μάτων, καὶ νοητῆς εὐανδρίας. Εἰσελαύνει γὰρ πάλιν τῆς ἁγίας ἡμῶν ἑορτῆς ὁ καιρός. Σεπτῆς δηλονότι καὶ πανάγνου νηστείας προανισχούσης αὐτοῦ· ἵνα τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατορθοῦντες ζωὴν, καὶ διὰ πόνων ἀγαθῶν τοὺς ἐκ τῆς ἁμαρτίας μολυσμοὺς ἀποτριβόμενοι, ἁγίους καὶ ἀμώμους ἑαυτοὺς παρα στήσωμεν τῷ Χριστῷ, μονονουχὶ βοῶντας, καὶ λέ γοντας· "Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγα θόν ἐστιν." Οἶμαι δὲ δεῖν τοὺς, οἵπερ ἂν εἶεν τῆς εὐαγγελικῆς εὐζωΐας ἐπιστήμονες, καὶ τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων γερῶν ἐρασταὶ, προθυμίαις τισὶν ἀμάχοις ἐκτεθηγμένους πρὸς τοῦτο ἰέναι, τὸν ἀδρανῆ καὶ ἄμισθον διαῤῥιπτοῦντας ὄκνον, τῆς ἑαυ τῶν διανοίας ὡς ἀπωτάτω, καὶ οἷον ἐῤῥῶσθαι φρά σαντας ταῖς ἀνοήτοις ἀφιλεργίαις. Οὐ γάρ τοι βά σιμα τὰ ἐξαίρετα τῶν πραγμάτων τοῖς νενευκόσιν ἐπὶ τὸ ῥᾴθυμον· οὔτε μὴν ἁλώσιμα τὰ παρὰ Θεοῦ. Φιλεῖ γὰρ ἱδρῶτας ἡ ἀρετὴ, καὶ τρίβον λαχοῦσα τὴν εὐθὺ φέρουσαν αὐτῆς, σκληρὰν καὶ ἀνάντη τοῖς τλη παθεῖν ἑλομένοις, ψιλήν τε αὐτὴν καὶ