Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
ἃν εἴη γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννήσαντος αὐτόν; ΑΛΛΟ. Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθὴς, ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθινὴ αὐτοῦ ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω. Μεμαρτύρηκε μὲν τῇ ἀληθείᾳ καὶ ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος εἰπών· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπειδὴ δὲ ἅπαξ φησὶν ὁ Σωτὴρ, οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν βούλεσθαι λαβεῖν, ἄλλον δὲ εἶναι τὸν ἀληθῆ μαρτυροῦντα περὶ αὐτοῦ, τίς ἄρα οὗτός ἐστιν, ὁ καὶ τῆς Ἰωάννου φωνῆς ἀξιολογώτερος; Ἦ δηλονότι πάντως πού φησι τὸν Πατέρα, τὸν Ἰωάννῃ λέγοντα· Ἐφ' ὃν ἂν εἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτος ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ· ὅτε καὶ ἄνωθεν ἡ τοῦ Πατρὸς ἠνέχθη φωνὴ λέγοντος· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τοῦ Θεοῦ τοιγαροῦν καὶ Πατρὸς Υἱὸν ἀποκαλοῦντος αὐτὸν, καὶ ἀληθῆ ποιουμένου τὴν 75.552 τοιαύτην ἐπ' αὐτῷ μαρτυρίαν, τίς ὁ ποίημα λέγων αὐτὸν, καὶ οὐ διαῤῥήδην τῇ τοῦ πάντων κρατοῦντος ἀπομαχόμενος γνώσει, ἣν ἔχει περὶ τοῦ ἰδίου γεννήματος; Ὁ δὲ τοιοῦτος πῶς ἂν ὅλως φαίνοιτο σωφρονῶν; ΑΛΛΟ. Ἐγὼ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου. Τὰ γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέσταλκεν. Εἰ [φορτ. εἰς] τὸ δύνασθαι μαρτυρεῖν περὶ αὐτοῦ, μικρὰν μὲν εἶναι τυχὸν τὴν Ἰωάννου φωνὴν διαβεβαιοῦται Χριστὸς, οὐχ ὡς Ἰωάννου τὸ ἀξιόχρεων ἐν τῷ μαρτυρεῖν οὐκ ἔχοντος ἀληθῶς (ἐπεί πως ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, καὶ τοῦτο ἀπεσταλμένος παρὰ τοῦ Θεοῦ), ἀλλ' ὅτι παρὰ τοῖς ἀνοσίοις Ἰουδαίοις ἐν τῷ μηδενὶ λελόγισται καὶ αὐτὸς, καίτοι τοσοῦτος ὑπάρχων εἰς ἀρετήν. Ἀξιολογωτάτην δ' οὖν ὅμως τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν ἔσεσθαί φησιν, ὅτιπερ εἴη Θεὸς ἐκ Θεοῦ Πατρὸς προελθών. Ἀπὸ γὰρ τῆς ἐν τοῖς ἔργοις μεγαλειότητος ἀξιοῖ γνωρίζεσθαι, καθά φησιν αὐτὸς, ὅτιπερ αὐτοῦ Πατρὸς ἐξῆλθε καὶ ἥκει, ὡς οὐκ ἂν ἰσχύσας ἐργάσασθαί τι τῶν ὅσα μόνῳ πρέπει Θεῷ, εἴπερ ἦν ὄντως ἑτεροφυὴς ὡς πρὸς τὸν γεννήσαντα αὐτόν. Ὅταν οὖν φαίνηται τοσαῦτα ἰσχύων ὅσα καὶ ὁ Πατὴρ, πῶς οὐκ ἀναγκαῖον Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν ὄντα πιστεύειν, καὶ μὴ ποίημα λέγοντας βλασφημεῖν ἀσεβῶς τε καὶ ἀμαθῶς; ΑΛΛΟ. Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με. Ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Πῶς ἐλήλυθεν ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ὁ Υἱός; ὡς Θεὸς δηλονότι, ὡς Κύριος, ὡς ζωὴ, ὡς παντοκράτωρ, ὡς φῶς, ὡς ζωογονεῖν τοὺς νεκροὺς δυνάμενος. Ταῦτα γάρ ἐστιν ὁ Πατήρ. Ἀλλ' εἴπερ ἐστὶν ἀλήθεια κατὰ φύσιν ὁ Υἱὸς, ἔστι δὲ πάντως, οὐδὲν τῶν εἰρημένων ἐν αὐτῷ διεψευσμένον εὑρεθήσεται· ὁ δὲ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἂν εἴη καὶ ὁ Πατὴρ δίχα μόνου τοῦ εἶναι Πατὴρ, πῶς ἂν εἴη γενητὸς, οὐκ ἔχοντος οὕτως τοῦ γεννήσαντος αὐτόν· ΑΛΛΟ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ. Ἀπεστάλθαι φησὶ παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς, κατὰ τὸν τῆς ὑπακοῆς τε καὶ ἐνανθρωπήσεως τρόπον. Ἑαυτὸν γὰρ ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ γέγονεν ὑπήκοος μέχρι θανάτου· ἢ καθάπερ ἐξ ἡλίου τὸ ἐξ αὐτοῦ τικτόμενόν τε καὶ ἐκπεμπόμενον φῶς, ἢ καὶ ἐκ πυρὸς θερμότης, ἀμερίστως τε καὶ ἀδιαστάτως ἐπὶ τὸν μετέχοντα διατρέχουσα, ζῇν δὲ πάλιν διὰ τὸν Πατέρα φησὶν, οὐ ζωῆς μέτοχος, καθάπερ ἡμεῖς, γινόμενος, ἀλλ' ὡς τῆς Πατρὸς ἰδιότητος φυσικῶς διαβαινούσης εἰς αὐτὸν, ἅτε δὴ καὶ Υἱὸν ὄντα, καὶ οὐσιωδῶς ἐξ αὐτοῦ προεληλυθότα. Ἰδιότητος δὲ τοῦ Πατρὸς τὸ ζῇν. Τοῦτο δὴ οὖν ὑπάρχει καὶ ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ἦν 75.553 γὰρ δὴ καὶ ἀμήχανον μὴ οὐχὶ πάντως ζῇν τὸν ἐκ ζῶντος Πατρὸς, εἴπερ ἐστὶν ἀπαράλλακτος εἰκὼν τοῦ γεννήσαντος αὐτὸν ὁ Υἱός. Ὥσπερ οὖν ἐκ ζῶντός ἐστι Πατρὸς, ζῶν ἐστι καὶ αὐτὸς, οὕτω τῆς φυσικῆς ὁμοιότητος ἀνασώζων τὸν χαρακτῆρα πανταχοῦ, ἐπείπερ ἐστὶν ἐξ ἀγενήτου Πατρὸς, ἀγένητος ἔσται καὶ