176
περιφέρεσθαι καὶ σαλεύεσθαι ἡ παροιμία φησίν), ἀλλ' ὅμως ᾤμην χρῆναι σιωπῇ φέρειν τὰ λυπηρὰ ἐκδεχόμενός τινα δι' αὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. Οὐδὲ γὰρ κακίᾳ τινί, ἀλλ' ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθ' ἡμῶν εἰρῆσθαι. Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμ προϊοῦσαν τὴν ἔχθραν καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδ' ὅπως τὰ παρελθόντα ἐξιάσαιντο ποιουμένους τινὰ φροντίδα, ἀλλ' ἐπεξεργαζομένους καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. Ἀλλ' εἰσῆλθέ με τὸ τοῦ Ἡσαΐου λέγοντος· «Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρ- τέρησα ὡς ἡ τίκτουσα». Γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι καὶ λαβεῖν τινα ἐν τοῖς ἐλεγμοῖς δύναμιν, ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς καθ' ἡμῶν ῥυείσης ψευδηγορίας χείμαρρον, ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς· «Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν», καὶ τό· «Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς». 223.2 Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιο πονίᾳ ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστάς, ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ Εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀπο κλαύσας ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσα γωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. Καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. Καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρ χόντων καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου καὶ ὑπὸ μη δεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βαθὺν τοῦτον τοῦ βίου κλύδωνα. Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές, ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν ὅπως τε ὕπνου κατεκράτουν ὑπ' οὐδε μιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωτον τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φρον τίδα, ἀλλ' ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες ἔργῳ ἔδειξαν τί τὸ παροικεῖν τοῖς ὧδε καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. Ἐκεῖνα θαυμάσας καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωήν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτός, καθόσον ἐμοὶ ἐφικτόν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων. 223.3 Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρί δος ζηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοή θειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτηρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. Ἐπεὶ οὖν ἄδηλα τὰ ἐν τῷ κρυπτῷ ἑκάστου ἡμῶν, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον καὶ ἡ ζώνη καὶ τῆς ἀνεψήτου βύρσης τὰ ὑποδήματα. Καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτι μῶντας, καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύ πως εἶχον πρὸς αὐτούς. Ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων