Thesaurus de sancta consubstantiali trinitate ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός
αὐτός. Καὶ ἐπείπερ ἐκ Θεοῦ τοῦ κατὰ ἀλήθειαν, ἀληθινὸς ἔσται Θεὸς, καὶ οὐ ποιητὸς ἢ κτιστὸς ἢ πρόσφατος. ΑΛΛΟ. Ἀπεκρίθη ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. Ὅρα μοι πάλιν ἐντεῦθεν ἀκριβεστάτην ὄντα τοῦ Πατρὸς εἰκόνα τὸν Υἱόν. Εἰ γὰρ, εἴ τις αὐτὸν εἰδείη, γινώσκει πάντως καὶ τὸν Πατέρα, πῶς οὐ πρόδηλον ὡς ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν, ὁποῖός περ ἂν ὑπάρχοι κατὰ φύσιν ἐκεῖνος; οὐδεμιᾶς τοιγαροῦν μεσολαβούσης παραλλαγῆς, σωζομένης τε τῆς ὁμοιότητος ἀπαραλλάκτου, πῶς ἂν εἴη γενητὸς ὁ Υἱὸς, οὐκ ἔχοντος οὕτω τοῦ Πατρός; ΑΛΛΟ. Τὰ πρός τί πως ἔχοντα τῶν ὀνομάτων οὐ μόνα νοεῖται καὶ ἰδιαζόντως καθ' ἑαυτὰ, ὥσπερ οὖν καὶ τὰ λοιπὰ, ἀλλ' εἰσφέρει πάντως καὶ τοῦ ἑτέρου τὴν δήλωσιν, καὶ κατασημαίνει κἀκεῖνο πρὸς ὅπερ ἔχει τὴν σχέσιν. Οἷον, ἡμέραν εἰπών τις, οὐδὲ νυκτὸς ἀμνημονεῖ· δεξιὸν ὡσαύτως ὡς πρὸς ἀριστερόν· οὕτω καὶ υἱὸν ὡς πρὸς πατέρα. Οὐκοῦν οὐ ποίημα λέγων τὸν Υἱὸν, οὐκ εὐλόγως αὐτὸν ἀντιδιαστέλλει τῷ Πατρί. Ὁ δὲ Υἱὸν ὁμολογῶν, οἶδεν ὅτι καὶ Πατέρα ἔχει. Ποιήματος γὰρ ὁ ποιητὴς οὐκ ἂν νοοῖτο πατήρ· κτίστης γὰρ μᾶλλον καὶ δημιουργός. Ἐπεὶ οὖν εἰδέναι βουλόμεθα τὸν Θεὸν ὄντα Πατέρα, Υἱὸν κατὰ φύσιν ὁμολογῶμεν τὸν ἐξ αὐτοῦ, ἢ πάντη τε καὶ πάντως μετὰ τῶν ἀπαιδεύτων Ἰουδαίων ἀκουσόμεθα παρ' αὐτοῦ· Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. ΑΛΛΟ. Ἀπεκρίθησαν, φησὶν, οἱ Ἰουδαῖοι· Ἡμεῖς ἐκπορνείας οὐ γεγεννήμεθα, ἕνα πατέρα ἔχομεν τὸν Θεόν. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ Θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ. Ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνός με ἀπέστειλεν. Οἱ τὸν ἐκ Θεοῦ Πατρὸς πεφυκότα Υἱὸν οὐκ ἀγαπήσαντες, πῶς ἂν ἀληθεύσειαν λέγοντες ἠγαπηκέναι τὸν ἐξ οὗπέρ ἐστι; Καὶ οἱ τὸν καρπὸν ἀτιμάσαντες, ποίαν καὶ προσοίσουσι τῷ δένδρῳ τιμήν; Εἰ δὲ καρπός ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός· τοῦτο γὰρ σημαίνει τὸ, Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω, πῶς ἂν εἴη γενητός; Πῶς δὲ ὅλως ἡ τῆς θεότητος ἄῤῥητος φύσις ἔκφυλόν τι καὶ ἀλλογενὲς ὡς πρὸς ἑαυτὴν ἀποτέξεται, οὐδὲ τῆς γενητῆς οὐσίας ἀνεχομένης τοῦτο παθεῖν; Ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου, καὶ βοῦς ἐκ βοός. Οὐκοῦν ἀνάγκη Θεὸν ἐκ Θεοῦ πεφυκέναι τὸν Υἱὸν ὁμολογεῖν, ἵνα μὴ φαί 75.556 νηται τῶν ἑαυτοῦ κτισμάτων ἐλάττων ὁ Πατήρ. Ἀπεστάλθαι δὲ παρ' αὐτοῦ φησιν ὁ Υἱὸς, οὐ τόπον ἐκ τόπου μεταμείβων (σωμάτων γὰρ τοῦτό γε), ἀλλ' ὡς ἐκ πυρὸς ἡ αὐτοῦ θερμότης, ἢ καθάπερ ἐκ φωτὸς ὁ ἐξ αὐτοῦ φωτισμός. ΑΛΛΟ. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστὶ, καὶ οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἰ πάντων μείζων ἐστὶν ὁ Πατὴρ, θεοπρεπῆ δηλονότι τὴν ὑπεροχὴν ἔχων ὡς πρὸς τὰ ποιήματα, καὶ ἔξω πάντων καὶ ἐπὶ πάντων ἐστίν. Ὁ δὲ οὕτως ἔχων φύσεώς τε καὶ ἀξιώματος, ἕν ἐστι πρὸς τὸν Υἱόν. Εἶτα πῶς ἔσται γενητὸς, ὁ τῷ ἀγενήτῳ Πατρὶ κατ' οὐσίαν ὁ αὐτός; Ἢ πῶς ἐν τοῖς πᾶσιν ὡς ποίημα λογισθήσεται, ὁ μείζων πάντων μετὰ Πατρὸς, μείζων δὲ ὡσεὶ Θεὸς πρὸς ποιήματα; ΑΛΛΟ. Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός μου. ∆ιὰ ποῖον ἔργον αὐτῶν ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Τοῦ Σωτῆρος ἡμῶν διαλεγομένου καὶ φάσκοντος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀγανακτοῦσιν οἱ Ἰουδαῖοι, μὴ νοοῦντες τίς ὁ ταῦτα λέγων ἐστὶ, μόνην δὲ εἰς τὴν σάρκα βλέποντες, εἶτα καταλεύειν αὐτὸν ἐβούλοντό τε καὶ ἐπεχείρουν, ἤδη βλασφημίας ἐγκλήματι περιβάλλοντες. ∆ιὰ γὰρ τοῦ φάναι, φασὶν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, Θεὸν σεαυτὸν κατὰ φύσιν ποιεῖς, τοῦτο μόνον νοοῦντες ὀρθῶς. Κρείττους οὖν ἄρα τῶν ἀνοσίων Ἀρειανῶν Ἰουδαῖοι, τὸν ὅλως εἰπεῖν θαῤῥήσαντα· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὥσπερ ἐξ ἀναγκαίου λόγου λοιπὸν πρὸς τὸ τῆς θεότητος ἀναβαίνειν ἀξίωμα διαβεβαιούμενοι. Πῶς γὰρ ἂν ἓν ὑπάρχοι πρὸς τὸν φύσει Θεὸν, ὁ μὴ τοῦτο ὑπάρχων; Ἐπειδὴ δὲ οὐ ψεύδεται, κατὰ φύσιν ἄρα καὶ αὐτὸς ὑπάρχων Θεὸς, ἕν ἐστι πρὸς τὸν Πατέρα. Ὁ δὲ τοιοῦτος, πῶς ἂν