1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

177

διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας τὰ ἐκείνου λάθρᾳ κατασ πείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. Ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς Ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου, ἐν προσποιήσει δῆθεν βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς, σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. Ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκα τελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. Μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρ' οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν πραγμάτων τὴν ψυχὴν πεπληγμένος. Ἀλλ' ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. Καὶ προβολαὶ δὲ ἐγένοντο ἡμῖν περὶ δογμάτων ἅπαξ καὶ δίς, καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. Ὡς γὰρ εὕρισκον ἡμᾶς τὰς αὐτὰς ἀφιέν τας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρ' ἡμῶν (εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγ μῶν ἄξια, ἀλλ' ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολή ψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. Ἀλλ' ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρ' αὐτῶν ἀρχὰς ἐτελείωσα. Ὥσπερ γὰρ τὸ αὐξανόμενον μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται, ταὐτὸ δέ ἐστιν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατ' αὔξησιν τελειούμενον· οὕτω λογίζομαι ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι) ... ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρ' ἡμῶν παρ' ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς ἃς συνέγραψαν καθ' ἡμῶν πᾶσαν περικτυπή σαντες ἀκοήν. Ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης. 223.4 Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν οὔτε ἀπὸ συγγραφῆς ἧς προεβαλλόμεθα, ἢ ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. Ἀλλ' οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρ' ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. Πόθεν οὖν κρινό μεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπι βλαβῶς, μήτε ἐν ταῖς κατ' οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; Ὢ τοῦ καινοῦ δράματος. «Ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστει λας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. Κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω.» Ἀλλ', ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; Οὐ γὰρ ἀπέστειλας, οὐδ' ἠρώτησας, οὐδὲ παρ' ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. Εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; Τίς σοι ὁ εἰπὼν ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὕτη; Πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα πρὸς ὃν καὶ ἡ παρ' ἐμοῦ ἐπιστολὴ διεπέμφθη; Εἰ δὲ κἀκεῖνος ὁ συγ γραφεὺς κἀγὼ ἐκείνῳ ἐπέστειλα καὶ χρόνος εἷς τῶν τ' ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις; 223.5 Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεο φιλέστατος ἀδελφὸς Γρηγόριος τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; Εἰ ἤκουσάς τι τοιοῦτον ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; Ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε, μετὰ πλειό νων ἐπισκόπων μέλλοντες ὁρμᾶν ἐπὶ Λάμψακον, προσεκα λέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ